1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

μεγέθει, τῇ φαιδρότητι, τῷ διαρκεῖ τοῦ χρόνου, τῇ χρείᾳ, τῇ ἐνεργείᾳ, τοῖς ἄλλοις ἅπασιν εἰς θαῦμα παραπέμπων τὸν θεατὴν, ποιεῖ δόξαν ἀναφέρειν τῷ ∆ημιουργῷ· οὕτω νὺξ καὶ ἡμέρα.

Ὅταν γὰρ ἴδῃς τὴν εὐταξίαν τῶν καιρῶν τούτων, καὶ πῶς τὸ οἰκεῖον ἀπαρτίσασα μέτρον ἡ ἡμέρα, οὐ φιλονεικεῖ τὴν νύκτα ἐξῶσαι τῶν οἰκείων ὅρων, οὐδὲ πλεονεξίαν τινὰ ἐπιδείκνυται, οὐδὲ, ἐπειδὴ φαιδροτέρα ἐστὶν αὐτῆς, τὸν ἅπαντα βιάζεται κατασχεῖν χρόνον, ἀλλ' ἀναχωρεῖ· καὶ ἡ νὺξ τὸ αὐτὸ πάλιν, ἀπαρτίσασα τὸν αὐτῆς δρόμον, πα ραχωρεῖ τῇ ἡμέρᾳ, καὶ τοῦτο ἐπὶ τοσούτοις ἔτεσι γέγονε, καὶ οὐδεμία σύγχυσις, οὐδὲ ταραχὴ, καὶ οὔτε αὕτη ἐξώθησεν ἐκείνην, οὔτε ἐκείνη ἐπλεονέκτησε ταύτην, καίτοι ἡ μὲν φαιδροτέρα, ἡ δὲ ζοφωδεστέρα· πάλιν τὴν εὐταξίαν θαυμάσας, οὐ δόξαν ἀναπέμψεις Θεῷ; Καὶ καθάπερ ἀδελφαὶ δύο οἰκείως πρὸς ἀλλή λας διακείμεναι, πατρῷον διανειμάμεναι κλῆ ρον ἐν σταθμοῖς καὶ ζυγοῖς, οὐδὲ τὸ τυχὸν ἑτέρα τὴν 56.145 ἑτέραν πλεονεκτεῖ· οὕτω δὴ καὶ νὺξ καὶ ἡμέρα τὸν χρόνον ἅπαντα διελόμεναι, τοσαύτην διατηροῦσιν ἰσότητα, οὐδὲ τὸ τυχὸν ἀλλήλας πλεονεκτοῦσαι, ὅσην ἴστε διὰ τῆς πείρας αὐτῆς μαθόντες. Ἀκουέτωσαν οἱ πλεονέκται, καὶ τοὺς ἀδελφοὺς ἐξωθούμενοι τοῦ κλή ρου· αἰδείσθωσαν τῶν καιρῶν τὴν εὐταξίαν, νυκτὸς καὶ ἡμέρας τὴν ἰσηγορίαν, καὶ καταλυέτωσαν τὸ ἑαυ τῶν νόσημα. Οὕτω τοίνυν Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγε ται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, οὐ φωνὴν ἀφιεῖσαι, ἀλλὰ διὰ τῆς εὐταξίας, καὶ τοῦ ῥυθ μοῦ, καὶ τῆς ἰσότητος, καὶ τῶν ἀπαρεμποδίστων μέ τρων, σάλπιγγος λαμπρότερον τὸν ∆ημιουργὸν ἀνα κηρύττουσαι, οὐκ ἐν μιᾷ τῆς οἰκουμένης γωνίᾳ, ἀλλ' ὅσην ὁ ἥλιος ἐφορᾷ γῆν.

Αὗται γὰρ αἱ φωναὶ παντα χοῦ τῆς οἰκουμένης φέρονται, ἐπειδὴ πανταχοῦ ὁ οὐρανὸς, καὶ πανταχοῦ ἡμέρα, καὶ πανταχοῦ νὺξ, καὶ τὴν διδασκαλίαν αὐτῶν ἐκτείνουσι καὶ ἐν γῇ, καὶ ἐν θαλάττῃ. ∆ιὰ τοῦτο ὁ Προφήτης οὐκ εἶπεν ἁπλῶς, ὅτι οἱ οὐρανοὶ φθέγγονται δόξαν Θεοῦ, ἀλλὰ, ∆ιη γοῦνται, τουτέστι, καὶ ἑτέρους παιδεύουσι, καὶ μα θητὰς ἔχουσι τὸ τῶν ἀνθρώπων γένος, καὶ διδασκα λεῖον μέγιστον εἰς τὸ μέσον εἰσὶ προβαλλόμενοι, ἀντὶ βιβλίων, καὶ γραμμάτων, τῆς οἰκείας φύσεως τὸ κάλλος καὶ ἰδιώταις, καὶ σοφοῖς, καὶ πᾶσι παρ έχοντες ἐπιέναι, καθάπερ ἐν βιβλίῳ τὴν ἐγκειμένην αὐτοῖς περὶ τῆς τοῦ Θεοῦ σοφίας καὶ δυνάμεως διδα σκαλίαν. Οὕτω καὶ ἄνθρωποι οὐχὶ φθεγγόμενοι, ἀλλὰ καὶ σιγῶντες δι' ἑτέρων δοξάζουσι τὸν Θεόν· διὸ καὶ ὁ Χριστὸς ἔλεγε· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπρο σθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν, τὸν ἐν τοῖς οὐρανοῖς.

Ὥσπερ οὖν τις ὁρῶν βίον λάμποντα, καὶ σιγῶντος τοῦ βιοῦντος, δόξαν ἀναφέρει τῷ Θεῷ· οὕτω δὴ καὶ τὸ κάλλος ὁρῶν τοῦ οὐρανοῦ, δοξάζει τὸν ποιήσαντα. ∆ιὰ τοῦτο ἔλεγεν· Οἱ οὐρανοὶ διη γοῦνται δόξαν Θεοῦ, διὰ τῶν θεατῶν· Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Γνῶσιν· ποίαν; Τὴν περὶ τοῦ ποιήσαντος. Ὥσπερ γὰρ ἡ ἡμέρα εἰς ἐργασίαν ἐξάγει τὸν ἄνθρω πον, οὕτως ἡ νὺξ διαδεχομένη, ἀπὸ τῶν μυρίων ἀνα παύει μόχθων, καὶ τῶν φροντίδων ἀφίησι, καὶ κά μνουσαν τὴν κόρην κοιμίζουσα, καὶ τὰ βλέφαρα κατα στέλλουσα, ἀκμαζούσῃ τῇ δυνάμει παρασκευάζει τὴν ἀκτῖνα δέχεσθαι πάλιν. Ὥστε καὶ ταύτης οὐκ ὀλίγον τὸ χρήσιμον, ἀλλὰ καὶ σφόδρα πολύ. Εἰ γὰρ μὴ διανέπαυε τὸν ἄνθρωπον ἀπὸ τῶν μυρίων μόχθων ὑποδεχομένη, οὐδὲν ὄφελος ἦν τῆς ἡμέρας εἰς ἐργα σίαν αὐτὸν εἰσαγαγούσης· τῆς γὰρ φύσεως ἀπαγορευ ούσης τῷ διηνεκεῖ πόνῳ, διεφθάρη ἂν, καὶ ἀπώλετο τὸ ζῶον, καὶ οὐδὲν αὐτῷ πλέον ἐκ τῆς ἀκτῖνος ἐγέ νετο. Ἡ τοίνυν ποιοῦσα τὴν ἡμέραν χρήσιμον τῷ ἀν θρώπῳ, αὕτη μάλιστά ἐστιν ἡ διὰ τῆς οἰκείας διακο νίας τὸν ἀπολαύοντα τῆς χορείας αὐτῆς πρὸς τὴν τοῦ Θεοῦ γνῶσιν χειραγωγοῦσα. Ὅταν γὰρ ἐννοήσῃ τις, πόσον μὲν τὸ χρήσιμον τῆς ἡμέρας, πόσον δὲ τὸ τῆς νυκτὸς, καὶ