1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

ἐν τῷ μέσῳ κειμένῃ. Σκόπει δέ. Εἰσὶν ἐν τῷ σώματι ποιότητες, ἃς οἱ ἔχοντες ἀπ' αὐτῶν καλοῦνται. Οἷόν τι λέγω· τὸ λευκὸν οὐκ ἔστιν οὐσία, ἀλλὰ ποιότης, καὶ συμβεβη κὸς ἐπιγινόμενον τῇ οὐσίᾳ· ἂν οὖν τινι προσγένηται τοῦτο, λευκὸν τὸν τοιοῦτον καλοῦμεν. Ἔστιν ἀῤῥωστία πάλιν καὶ αὐτὴ ποιότης τις οὖσα καὶ συμβεβηκός· κἄν τινι προσγένηται, ἄῤῥωστον τὸν τοιοῦτον κα λοῦμεν. Εἰ τοίνυν καὶ ὁ πλοῦτος ἦν ἀρετὴ, ἔδει τὸν ἔχοντα τὸν πλοῦτον ἐνάρετον εἶναι καὶ λέγεσθαι· εἰ δὲ οὐ πάντως ὁ πλούσιος ἐνάρετος, οὐκ ἀρετὴ, οὐδὲ καλὸν ὁ πλοῦτος ἁπλῶς, ἀλλὰ παρὰ τὴν γνώμην τοῦ χρωμένου τοῦτο γίνεται. Πάλιν ἡ πενία εἰ κακὸν ἦν, ἔδει τοὺς ἐν πενίᾳ ἅπαντας εἶναι κακούς· εἰ δὲ πολ λοὶ τῶν ἐν πενίᾳ ὄντων τῶν οὐρανῶν ἐπελάβοντο οὐκ ἄρα ἡ πενία κακόν.

δʹ. Τί οὖν, ὅτι πολλοὶ βλασφημοῦσι διὰ τὴν πενίαν; φησίν. Οὐ διὰ τὴν πενίαν,

ἀλλὰ διὰ τὴν οἰκείαν ἀφρο σύνην τε καὶ μικροψυχίαν τοῦτο ποιοῦσι. Καὶ τούτων ἀπόδειξις ὁ μακάριος Ἰὼβ, ὃς ἐν ἐσχάτῃ πενίᾳ ὢν, καὶ πρὸς αὐτὸ τῆς πενίας κατενεχθεὶς τὸ βάραθρον, οὐ μόνον οὐκ ἐβλασφήμησεν, ἀλλ' εὐλογῶν τὸν Θεὸν διε τέλει, λέγων· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφεί λετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ἀλλὰ καὶ διὰ τὸν πλοῦτον πολλοὶ, φησὶν, ἁρπάζουσι καὶ πλεονεκτοῦσιν. Ἀλλ' οὐ διὰ τὸν πλοῦτον, ἀλλὰ διὰ τὴν οἰκείαν ἀφροσύνην· καὶ τούτου μάρτυς πάλιν ὁ αὐτὸς ἄνθρωπος οὗτος, ὃς ἐν τοσούτῳ πλούτῳ οὐ μόνον οὐχ ἥρπασε τὰ ἑτέρων, ἀλλὰ καὶ τὰ οἰκεῖα [ἐδίδου], καὶ λιμένα τοῖς ξένοις κατεσκεύαζεν, οὕτω λέγων· Ἡ οἰκία μου παντὶ ξένῳ ἐλθόντι ἠνέῳκτο.

Καὶ ὁ Ἀβραὰμ πλοῦτον τοσοῦτον ἔχων, τοῖς παριοῦσι πάντα ἐδαπάνα· καὶ οὔτε τοῦτον, οὔτε ἐκεῖνον πλεονέκτην ὁ πλοῦτος ἐποίησεν, ὥσπερ οὐδὲ βλάσφημον οὔτε ἐκεῖνον, οὔτε τὸν Λάζαρον ἡ πενία· ἀλλ' οὕτω διέλαμψαν ἑκάτεροι, μηδὲ τῆς ἀναγκαίας εὐποροῦντες τροφῆς, ὡς τὸν μὲν παρὰ τοῦ Θεοῦ δέ ξασθαι τὴν μαρτυρίαν, τοῦ τὰ ἀπόῤῥητα σαφῶς εἰδό τος· τὸν δὲ ὑπὸ τῶν ἀγγέλων προηγουμένων οὕτως ἐντεῦθεν ἀπενεχθῆναι, καὶ ὁμόσκηνον τῷ πατριάρχῃ γενέσθαι, καὶ τῶν ἀγαθῶν ἀπολαύειν, ὧν ἐκεῖνος. Ἄρα τῶν μέσων ταῦτά ἐστι, πενία καὶ πλοῦτος, ὑγίεια καὶ νόσος, καὶ ζωὴ καὶ θάνατος, δόξα καὶ τιμὴ, δουλεία καὶ ἐλευθερία, καὶ ὅσα τοιαῦτα· οὐ γὰρ δεῖ πάντα ἐπιέναι, ὥστε μὴ μηκύνειν τὸν λόγον, ἀλλὰ ἐν τούτοις παρέχοντα ὑμῖν ἀφορμὰς, ἐπὶ τὰ κατεπεί γοντα βαδίζειν. ∆ίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται.

Ἄρα τῶν μέσων ταῦτά ἐστι πάντα, ὡς τούτοις καὶ εἰς καλὸν, καὶ εἰς κακὸν, οἱ χρώμενοι δύναιντ' ἄν. Ὅτι γὰρ τῶν μέσων ἐστὶ ταῦτα, ὧν ὁ πλοῦτος, ἔδειξεν ὁ Ἀβραὰμ, εἰς δέον 56.148 αὐτῷ χρησάμενος. Ἔδειξε δὲ καὶ ἐπὶ τοῦ Λαζάρου ὁ πλούσιος, ἐπὶ ἀπωλείᾳ τῆς ἑαυτοῦ κεφαλῆς τὰ ὄντα δαπανήσας. Οὔτε οὖν καλὸν ἁπλῶς ὁ πλοῦτος, οὔτε κακόν. Εἰ καλὸν ἦν ἁπλῶς, ἀλλ' οὐχὶ μέσον, οὐκ ἂν ὁ ἐπὶ τοῦ Λαζάρου πλούσιος τοιαῦτα ἐκολάζετο· εἰ κακὸν ἦν, οὐκ ἂν Ἀβραὰμ οὕτως εὐδοκίμησε πλού σιος ὤν. Τοιοῦτόν τι καὶ ἡ νόσος ἐστίν. Εἰ γὰρ κακὸν ἦν ἡ νόσος, ἔδει καὶ τοῦτον κακὸν εἶναι τὸν ἔχοντα. Ἄρα καὶ Τιμόθεος ἔμελλεν εἶναι κατὰ τοῦτο κακὸς, ἐσχάτῃ νόσῳ παλαίων. Οἴνῳ γὰρ ὀλίγῳ χρῶ, φησὶ, διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθε νείας. Εἰ δὲ οὐ μόνον κακὸς οὐκ ἦν ἐντεῦθεν, ἀλλὰ καὶ πολλοῦ μισθοῦ προσθήκην ἐλάμβανε, γενναίως τὴν ἀῤῥωστίαν ἐνέγκας, εὔδηλον ὅτι οὐ κακὸν ἡ νόσος. Καὶ ἕτερος δὲ προφήτης τοὺς ὀφθαλμοὺς νοσῶν διετέ λει· ἀλλ' οὐ κατὰ τοῦτο κακὸς, ἀλλὰ καὶ προεφήτευε, καὶ τὰ μέλλοντα προεώρα, καὶ οὐδὲν ἡ νόσος εἰς τὴν ἀρετὴν ἐγένετο κώλυμα. Ἀλλ' οὐδὲ ἡ ὑγίεια ἁπλῶς καλὸν, ἂν μή τις εἰς δέον κεχρημένος αὐτῇ εἴη, ἀλλ' εἰς ἐργασίαν πονηρὰν, ἢ εἰς ἀργίαν ἀνόητον· οὐδὲ γὰρ τοῦτο ἀνεύθυνον. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Εἴ τις οὐ θέλει ἐργάζεσθαι,