1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

τῶν ἀλογωτέρων (ἐπὶ γὰρ τὴν λύσιν ἰτέον λοι πὸν) οὐ τὰ κακὰ μόνον, ἃ οὐκ ἄν ποτε γένοιτο καλὰ, ἀλλὰ καὶ τῶν μέσων ἔνια κακὰ καλοῦσιν, οἷον πενίαν, αἰχμαλωσίαν, δουλείαν, ἅπερ ἐδείξαμεν οὐ τῶν κα κῶν, ἀλλὰ τῶν μέσων ὄντα· πολλοὶ δὲ, ὅπερ ἔφθην εἰπὼν, ταῦτα κακὰ καλοῦσιν, οὐκ ὄντα κακά· περὶ ὧν ὁ προφήτης φησὶ, τῶν κατὰ τὴν τῶν πολλῶν ὑπόνοιαν καλουμένων, οὐ τῶν ὄντως κακῶν· περὶ αἰχμαλωσίας, περὶ δουλείας, περὶ λιμοῦ, καὶ ὅσα τοιαῦτα. Ὅτι γὰρ ταῦτα οὐ κακὰ, ἀλλὰ καὶ κακῶν ἀναιρετικὰ, τὸν λιμὸν πρότερον εἰς μέσον ἀγάγωμεν, τὸν πᾶσι φρικτὸν καὶ φοβερὸν εἶναι δοκοῦντα. Πῶς οὖν οὐ κακὸν, μάνθανε, καὶ παιδεύου φιλοσοφεῖν. Ἡνίκα τῶν Ἑβραίων ὁ δῆμος εἰς ἔσχατον ἐξώκειλε παρανομίας, τότε δὴ ὁ μέγας Ἠλίας, καὶ τῶν οὐρα νῶν ἄξιος, ὁ βουλόμενος τὴν ἐκ τῆς ῥᾳθυμίας νόσον ἀνελεῖν, καὶ διορθῶσαι ταύτην, ἐπήγαγε λέγων· Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου· καὶ ὁ μηλωτὴν μό νην κεκτημένος, τὸν οὐρανὸν ἀπέκλεισε· τοσαύτη παῤῥησία αὐτῷ πρὸς τὸν Θεόν. Ὁρᾷς ὅτι οὐ κακὸν ἡ πενία; Οὐκ ἂν ὁ πάντων ἀνθρώπων πενέστερος τοσαύτης ἀπέλαυσε παῤῥησίας, ὡς χαμαὶ βαδίζων, ἑνὶ μόνῳ λόγῳ τοσαύτην ἰσχὺν ἐπιδείξασθαι.

Εἰπὼν 56.150 τοίνυν τοῦτο, ἐπήγαγε λιμὸν, καθάπερ παιδαγωγὸν ἄριστον, καὶ διορθωτὴν τῶν γινομένων κακῶν· καὶ καθάπερ πυρετοῦ λάβρου εἰς σῶμα ἐμπεσόντος, καὶ αὐταὶ τῆς γῆς αἱ φλέβες ἀνεξηράνθησαν, καὶ χείμαῤ ῥοι ἐπέλιπον, καὶ βοτάναι, καὶ τῆς γῆς αἱ λαγόνες ἄγονοι λοιπὸν ἦσαν. Καὶ οὐ μικρὰ τότε ὁ δῆμος ἐκαρ πώσατο, τῆς ῥύμης τῆς ἐπὶ τὴν παρανομίαν ἀπαλλα γεὶς, καὶ συσταλεὶς, καὶ γενόμενος ἐπιεικέστερος, καὶ τῷ προφήτῃ χειροήθης. Οἱ γὰρ πρὸς τὰ εἴδωλα τρέχοντες, καὶ τοὺς υἱοὺς αὐτῶν κατασφάττοντες τοῖς δαιμονίοις, οὗτοι τοσούτων ἱερέων τῆς Βάαλ ἀναιρου μένων, οὐκ ἐδυσχέραναν, οὐκ ἠγανάκτησαν, ἀλλ' ἤνεγκαν σιγῇ καὶ φόβῳ τὸ γινόμενον, ἀπὸ τοῦ λιμοῦ βελτίους γενόμενοι.

ςʹ. Ὁρᾷς ὡς οὐ μόνον [οὐ] κακὸν ὁ λιμὸς, ἀλλὰ καὶ κακῶν ἀναιρετικὸς, ἐν

τάξει φαρμάκου τὰ νοσήματα διορθωσάμενος; Εἰ καὶ τὴν αἰχμαλωσίαν αὐτὴν βού λει ἰδεῖν οὐ τῶν κακῶν οὖσαν, ἐννόησον τίνες μὲν ἦσαν οἱ Ἰουδαῖοι πρὸ τῆς αἰχμαλωσίας, τίνες δὲ ἐν τῇ αἰχμαλωσίᾳ, ἵνα μάθῃς ὅτι οὔτε ἡ ἐλευθερία ἁπλῶς καλὸν, οὔτε ἡ αἰχμαλωσία κακόν. Ὅταν μὲν γὰρ ἦσαν ἐν ἐλευθερίᾳ, καὶ τὴν πατρίδα εἶχον τὴν ἑαυτῶν, τοιαῦτα ἔπραττον, ὡς καθ' ἑκάστην ἡμέραν τοὺς προφήτας αὐτῶν καταβοᾷν, τῶν νόμων πατουμέ νων, καὶ τῶν εἰδώλων προσκυνουμένων, καὶ τῶν ἐν τολῶν τοῦ Θεοῦ παραβαθεισῶν· ἐπειδὴ δὲ ἀπηνέ χθησαν εἰς γῆν ἀλλοτρίαν, καὶ ἐν τῇ τῶν βαρβάρων χώρᾳ διέτριβον, οὕτω συνεστάλησαν, καὶ βελτίους ἐγένοντο, καὶ τοῦ νόμου φύλακες, ὥς ἔστιν ἐκ τοῦ ψαλμοῦ τοῦτο μαθεῖν, ὃν ἀναγκαῖον εἰς μέσον ἀγαγεῖν σήμερον, ἵνα μάθητε τῆς αἰχμαλωσίας τὸν καρπόν.

Τίς δέ ἐστιν ὁ ψαλμός; Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν. Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν, λέγοντες· Ἄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών. Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλ λοτρίας; Εἶδες πῶς αὐτοὺς συνέστειλεν ἡ αἰχμαλω σία; Πρὸ μὲν γὰρ ταύτης καὶ τῶν προφητῶν ἐν ηχούντων μὴ παραβαίνειν τὸν νόμον, οὐκ ἠνέσχοντο· μετὰ δὲ ταύτην, καὶ τῶν βαρβάρων ἐπικειμένων, καὶ τῶν κυριευόντων καταναγκαζόντων καὶ κατεπειγόν των παραβαίνειν, οὐχ ὑπήκουον, ἀλλ' ἔλεγον· Οὐκ ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας, ἐπειδὴ ὁ νόμος τοῦτο οὐκ ἐπέτρεπεν. Ὅρα δὲ καὶ τοὺς παῖ δας τοὺς τρεῖς οὐ μόνον οὐδὲν βλαπτομένους ἀπὸ τῆς αἰχμαλωσίας, ἀλλὰ καὶ λαμπροτέρους ἀπ' αὐτῆς γε νομένους· καὶ τὸν ∆ανιὴλ ὁμοίως. Τί δὲ ὁ Ἰωσήφ; τί κακὸν ἔπαθε, καὶ ξένος, καὶ δοῦλος, καὶ δέσμιος γε νόμενος; οὐχὶ διὰ τοῦτο μόνον εὐδοκίμει καὶ ἔλαμπε; Τί δὲ ἡ βάρβαρος ἐκείνη γυνὴ,