1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

καὶ ἐν πλούτῳ καὶ ὑπερηφανίᾳ καὶ ἐν ἐλευθερίᾳ διατρίβουσα, ἐντεῦθεν ἀπώνατο; οὐχὶ πάντων ἦν ἀθλιωτέρα, ἐπειδὴ τούτοις εἰς δέον χρήσασθαι οὐκ ἠθέλησεν;

Οὐκοῦν ταῦτα μὲν ἡμῖν ἀποδέδεικται σαφῶς, τίνα μὲν κακὰ, τίνα δὲ καλὰ, τίνα δὲ μέσα· καὶ ὅτι περὶ τῶν μέσων ὁ προφή της φησὶν, οὐ τῶν ὄντως κακῶν, ἀλλὰ τῶν δοκούντων 56.151 εἶναι τοῖς πολλοῖς, αἰχμαλωσίας, δουλείας, ἀπαγωγῆς. Τίνος δὲ ἕνεκεν ταῦτα εἴρηται, ἀναγκαῖον εἰπεῖν Φιλάνθρωπος ὢν ὁ Θεὸς, καὶ περὶ τὸ ἐλεεῖν ὀξὺς, πρὸς δὲ τὸ τιμωρεῖσθαι καὶ κολάζειν ἀναδυόμενος, ὥστε μὴ τοὺς Ἰουδαίους παραδοῦναι τιμωρίαις, προφήτας ἔπεμψε, φοβῶν αὐτοὺς διὰ τῶν ῥημάτων, ὥστε μὴ κολάσαι διὰ τῶν πραγμάτων, ὅπερ καὶ ἐπὶ τῶν Νινευιτῶν ἐποίει. Καὶ γὰρ ἐκεῖ τότε τὴν πόλιν καταστρέψαι ἠπείλησεν, οὐχ ἵνα καταστρέψῃ, ἀλλ' ἵνα μὴ καταστρέψῃ· ὅπερ οὖν καὶ ἐγένετο. Τοῦτο δὴ καὶ τότε ἔπραττε, καὶ προφήτας ἔπεμπεν, ἀπειλῶν βαρβάρων ἔφοδον, πολέμους, αἰχμαλωσίας, δουλείας, ἀπαγωγὴν, τὴν ἐν ἀλλοτρίᾳ διατριβήν. Καὶ καθάπερ πατὴρ φιλόστοργος παῖδα ἀκόλαστον ἔχων καὶ ῥᾴθυ μον, σωφρονίσαι θέλων, ἱμάντας ἐπιζητεῖ, σχοίνους ἀπειλεῖ, λέγων· ∆ήσω, μαστίξω, ἀναιρήσω, καὶ γί νεται ἐν τοῖς ῥήμασι φοβερὸς, ὥστε ταύτῃ τὴν κακίαν ἀναστεῖλαι τοῦ νέου· οὕτω δὴ καὶ ὁ Θεὸς ἠπείλει συν εχῶς, τῷ φόβῳ ποιῆσαι βελτίους βουλόμενος.

Ταῦτα ὁρῶν ὁ διάβολος, καὶ βουλόμενος ἐκλῦσαι τὴν ἐκ τῆς τοιαύτης ἀπειλῆς διόρθωσιν γινομένην, καθῆκε ψευ δοπροφήτας, καὶ τῶν προφητῶν ἀπειλούντων αἰχμα λωσίαν, καὶ δουλείαν, καὶ λιμοὺς, ἐκεῖνοι τὰ ἐναντία ἔλεγον, εἰρήνην, εὐετηρίαν, καὶ μυρίων ἀγαθῶν ἀπό λαυσιν. ∆ιὸ καὶ ὀνειδίζοντες αὐτοῖς οἱ προφῆται ἔλε γον· Εἰρήνη, εἰρήνη· καὶ ποῦ ἔστιν εἰρήνη; Καὶ ὅσοι τῶν φιλολόγων, τοῦτο ἴσασιν, ὡς ἅπαντα κρα τεῖν, ἃ τοῖς προφήταις πρὸς τοὺς ψευδοπροφήτας ἐγένοντο, ἐκλύοντας τοῦ λαοῦ τὴν σπουδήν. Ἐπεὶ οὖν οὕτως ἐκλύοντες διέφθειραν τὸν λαὸν, φησὶν ὁ Θεὸς διὰ τῶν προφητῶν· Ἐγὼ ὁ Θεὸς ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Καὶ ποῖα κακά; Ταῦτα τὰ εἰρημένα, αἰχμαλωσίαν, δουλείαν, καὶ ὅσα τοιαῦτα· οὐ πορνείαν, καὶ ἀσέλγειαν, καὶ πλεονεξίαν, οὐδὲ ἄλλο τῶν τοιού των οὐδέν. ∆ιὰ τοῦτο καὶ ὁ ἕτερος προφήτης εἰπὼν, Εἰ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε, ταύτην λέγει τὴν κακίαν, τοὺς λιμοὺς, τὰς νόσους, τὰς θεηλάτους πληγάς. Οὕτω καὶ ὁ Χριστὸς, ὅταν λέγῃ, Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς, τοὺς ἱδρῶτας, τὸν μόχθον, τὴν ταλαιπωρίαν φησί.

ζʹ. Τοῦτο οὖν φησιν ὁ προφήτης· Μὴ ὑμᾶς ἐκλυέτω σαν οἱ ψευδοπροφῆται· ὁ

γὰρ Θεὸς ὑμῖν εἰρήνην δοῦ ναι δύναται, καὶ αἰχμαλωσίᾳ παραδοῦναι· τουτ έστιν, Ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτὰς τὰς λέξεις βασανίσωμεν μετὰ ἀκριβείας. Εἰπὼν γὰρ ἄνω, Ἐγώ εἰμι ὁ ποιήσας φῶς καὶ σκότος, τότε ἐπήγαγε, Ποιῶν εἰρήνην, καὶ κτίζων κακά. ∆ύο ἐναντία ἄνω τέθεικε, καὶ δύο ἐναντία μετὰ ταῦτα, ἵνα μάθῃς ὅτι οὐ περὶ πορνείας λέγει, ἀλλὰ περὶ συμφορῶν. Τί γὰρ ἀντιδιαστέλλεται τῇ εἰρήνῃ; Εὔδηλον ὅτι αἰχμαλωσία, οὐκ ἀσέλγεια, οὐδὲ πορνεία, οὐδὲ πλεονεξία. Ὥσπερ οὖν ἀνωτέρω ἐναντία δύο τέθεικεν, οὕτω δὴ καὶ ἐν 56.152 ταῦθα· ἐναντίον δὲ τῇ εἰρήνῃ οὐ πορνεία, οὐδὲ μοι χεία, οὐδὲ ἀσέλγεια, οὐδὲ αἱ λοιπαὶ κακίαι, ἀλλ' αἰχμαλωσία καὶ δουλεία. Ἀλλ' ὅπερ ἐπὶ τῶν στοι χείων πάσχουσι, τοῦτο καὶ ἐπὶ τῶν πραγμάτων. Οἷόν τι λέγω· ὥσπερ ἐποίησε φῶς καὶ σκότος, καὶ πολλοῖς τὸ μὲν φῶς ἡδὺ δοκεῖ εἶναι, τὸ δὲ σκότος ἐπαχθὲς, καὶ διαβάλλουσι τὴν νύκτα ὡς πονηράν τινα οὖσαν· οὕτω δὲ καὶ ἐπὶ τῶν πραγμάτων. Ἀλλ' οὔτε τὴν νύκτα διαβλητέον, οὐδὲ τὸ σκότος, οὐδὲ ἁπλῶς τὴν δουλείαν, καὶ τὴν αἰχμαλωσίαν.

Τί γὰρ, εἰπέ μοι, φαῦλον ἔχει τὸ σκότος; οὐχὶ πόνων ἐστὶν ἀνάπαυσις; οὐχὶ φροντίδων ἄνεσις; οὐχὶ λύπης ἀναί ρεσις; οὐχὶ ἰσχύος προσθήκη; Εἰ δὲ μὴ σκότος ἦν