1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

2

ἔχει ἐν τῇ καρδίᾳ φωλεύοντα· ἐκεῖ πηγὴ βρύουσα ἀγαθὰ, ἐκεῖ μέλι καὶ κηρίον καὶ λύχνος ἁπτόμενος, ἐκεῖ θησαυρὸς κρυπτόμενος τῆς ἁγίας Τριάδος. Λοιπὸν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα ἔρχονται, καὶ μονὴν παρ' αὐτῷ λαμβάνουσι, καὶ λοιπὸν οὐκ ἔτι γίνεται ἄνθρωπος κατηχούμενος, ἀλλ' ἄγγελος θεοφορούμενος. Ἐπειδὴ οὖν τοιαύτης χάριτος κατηξίωται ὁ ἄνθρωπος, καὶ τοιαύτης εὐφρασίας ἀπολαύσας ηὐφραίνετο ὁ ∆αυῒδ, καὶ ἡμεῖς τῆς τοῦ Θεοῦ εὐφρασίας ἀπολαύοντες, συνεχῶς μνημονεύσωμεν τοῦ Θεοῦ, ἵνα τῶν αὐτοῦ ἀγαθῶν ἀπολαύσωμεν. Φέρε οὖν τῆς παρουσίας τοῦ Σωτῆρος τὰς ἀρετὰς μεταλλεύσωμεν, καὶ τὴν ἐπίγειον αὐτοῦ παρουσίαν ὡς στήλην πανάρετον ἀνυμνήσωμεν· ἐπειδὴ ἤκουσα παρὰ τῆς γλώττης τῶν παρανόμων Ἰουδαίων βλασφημίας τεκμήρια, καὶ ἐπειδὴ ἀπιστοῦσι τὰς Γραφὰς, ἃς ἀναξίως ἀναγινώσκουσι, καὶ οὐ γινώσκουσι τὸ μυστήριον. Τὸ γὰρ ὅτι ἐκ παρθένου ἐτέχθη ὁ Κύριος, ἐν αὐτῷ σκανδαλίζονται, φησὶν, οἱ ἄθλιοι καὶ παμπόνηροι.

Ὢ τῆς ἀνοίας! ὢ τῶν παρὰ φύσιν παρανόμων! ποία γραφὴ, ἢ ποῖος προφήτης οὐ σαλπίζει τοῦ Κυρίου ταύτας τὰς χάριτας; Πρῶτος τὴν Παρθένον ὁ Σολομὼν ἐμακάρισεν, ὁ τῆς μεγάλης σοφίας ἡνίοχος, λέγων· Μακαρία ἡ στεῖρα ἡ ἀμίαντος, ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι. Στεῖραν γὰρ λέγει πρὸ τοῦ ἐπισκηνῶσαι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ πρὸ τοῦ ἀνθῆσαι τὸν ἥλιον. Οὐκ ἔγνω κοίτην ἐν παραπτώματι, ὅτι μετὰ ἀνδρὸς οὐχ ὡμίλησεν. Ὅτε δὲ ἤκουσε περὶ τῆς ἀμιάντου στείρας Ἡσαΐας ὁ τίμιος, εὐθὺς τοῦ σοφοῦ τὸ ῥητὸν ἐσπαργάνωσε, καὶ τῷ αὐτῷ ἐμελῴδησε· Σὺ, φησὶν, εἶπας στεῖραν ἀμίαντον· κἀγὼ λέγω· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα. Ἕως γὰρ νῦν οὐκ ἔτεκες· ἀπὸ τοῦ νῦν εὐφράνθητι, ὅτι ὃν οὐ χωροῦσιν οἱ οὐρανοὶ, δέξασθαι κατηξίωσαι. Ὡς δὲ οἱ δύο μάρτυρες ταῦτα ἐκήρυττον, ἐζήτουν καὶ ἄλλον ἕτερον μῖξαι εἰς τὸ μυστήριον, ἵνα ἐπὶ τριῶν μαρτύρων σταθῇ ἀσφαλὲς τὸ ζητούμενον. Ὡς δὲ ταῦτα διενοοῦντο, ἑκάτεροι εὗρον ∆αυῒδ τῆς μελῳδίας τὸν ῥήτορα, καὶ ὑπομιμνήσκουσιν αὐτὸν τῆς οἰκονομίας τὰ μέλλοντα. Ὡς δὲ ἤκουσε τὸ μυστήριον, σάλπιγγος φωνὴν ἀντεφώ 61.691 νησεν· Ἰδοὺ ἑκάτεροι περὶ τῆς στείρας εἰρήκατε· διὰ τί οὐκ εἰρήκατε περὶ τῆς ἐνδόξου κυήσεως; Εὐθέως νοήσας Ἡσαΐας τὸ φρόνιμον, ἀντιβάλλει τοῖς ῥήμασιν· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται· υἱόν. Καὶ ὁ Σολομὼν ἐδευτέρωσεν· Ἕξει καρπὸν ἐν ἐπισκοπῇ ψυχῶν. Ταῦτα ἀκούσας ∆αυῒδ ἔφησε πρὸς αὐτούς· Ἰδοὺ εἰρήκατε ὅτι τέξεται· ἐν ποίῳ τόπῳ; ἐν πόλει, ἢ ἐν ἐρήμῳ ἢ ἐν χώρᾳ; Λέγουσι πρὸς αὐτόν· Σὺ περὶ τοῦ τόπου καὶ τῆς πόλεως ἑρμήνευσον· περισσοτέρας γὰρ χάριτος ἠξίωσαι. Τότε ∆αυῒδ, τοῦ Πνεύματος εἰπόντος αὐτῷ τὴν ἐνέργειαν, μεγαλοφώνῳ κραυγῇ ἐστηλίτευσε τὸ μυστήριον· Ὑμεῖς, φησὶν, ἐν κρυφῇ δονιτεύετε, ἐγὼ ὑψηλῇ τῇ φωνῇ ἀνυμνήσω τὴν κύησιν· Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, ηὕραμεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ.

Καὶ συνεὶς ἐπὶ τούτοις τοῖς δόγμασιν, ὅτι βαθὺ τὸ αἴνιγμα, ἐζωγράφησεν· Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, ηὕραμεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· τουτέστιν, ἐν Βηθλεέμ· Ἐφραθὰ γὰρ ὀνομάζεται. Ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, ὅτι ἔγκυός ἐστιν· ἐκεῖ γὰρ ἐξῆλθεν ἡ ἀκοὴ, ὅτι ἔγκυός ἐστιν ἡ Παρθένος. Τότε δὲ ηὕραμεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ, εἰς τὸ σπήλαιον, ὅπου τὸ φῶς ἐφανέρωσεν. Ὧδε ἠκούσαμεν αὐτὴν ἔγκυον, ὧδε περὶ ἀνδρὸς ἀκοὴν ἐδεξάμεθα· ἐκεῖ μητέρα τοῦ Κυρίου ηὑρήκαμεν. Ἰδοὺ ἐκ τῶν σῶν τρεῖς σοι παρεστήσαμεν μάρτυρας τὴν δόξαν τῆς Παρθένου κηρύττοντας· οὐχ ὅτι μόνον τούτους εὑρήκαμεν· ἅπαντες γὰρ αὐτὸν οἱ προφῆται ἑωρακότες ἐλπίζουσιν· ἀλλ' ἐπὶ τριῶν μαρτύρων ἑστάναι τὸ δίκαιον. Ἐγὼ δὲ ἐπὶ τῶν τριῶν οὐ τρακτεύω· ἀλλὰ δός μοι ἕνα πιστότατον μάρτυρα λέγοντα ψεύδεσθαι τὸ μυστήριον, ἢ ἐξ ἀνδρὸς ἀποκυῆσαι τὴν Παρθένον· ἢ τοῦτο ἀπόδειξον, ἐπιστρέψας ὡς Θεοτόκον προσκύνησον. Ἢ δεῖξον τὸν Σωτῆρα ἐν τάφῳ καὶ σορῷ κατεχόμενον, ἢ ἐγώ σοι δεικνύω ἐν δεξιᾷ τοῦ Πατρὸς καθεζόμενον. Οὐ γὰρ