1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

3

ἐξ ἀλλοφύλων, ἀλλ' ἐκ τοῦ σοῦ γένους προσφέρω τὸν μάρτυρα λέγοντα· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Περὶ τῶν Ἰουδαίων λέγει· οὐ γὰρ ἄλλος ἐστὶν ἐχθρὸς, εἰ μὴ ὁ σταυρὸν ἀρνούμενος. Ἀλλ' ἐγὼ ἐάσας τὴν θεομάχον συναγωγὴν, πρὸς τὴν θεόπνευστον Ἐκκλησίαν συνέρωμαι. Ἐάν σοι εἴπῃ Ἰουδαῖος, Εἰπὲ πῶς ἐγέννησεν ἡ παρθένος δίχα ἀνδρὸς, εἰπὲ αὐτῷ καὶ σύ· Πῶς ἔτεκε τὴν Εὔαν ὁ Ἀδὰμ δίχα γυναικός; Πῶς ἔτεκεν ἡ παρθένος δίχα σπορᾶς; πῶς ἐξήνθησεν ἡ γῆ δίχα σπέρματος; Πῶς ἐγέννησεν ἡ παρθένος; πῶς ἔβρυσεν ἡ παρθένος τὸ ὕδωρ ἡ ἀκρότομος; Πῶς ἔτεκεν ἡ παρθένος; εἰπὲ πῶς τοῦ Ἀαρὼν ἡ ῥάβδος ἐβλάστησε;

Πῶς ἔτεκεν ἡ παρθένος; εἰπὲ πῶς οὐρανόθεν τὸ μάννα; πῶς ἐπληθύνετο ἡ ὑδρία; πῶς ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐβλάστησε τὸ ἄνθος; πῶς Ἐλισσαίου τὸ ἔλαιον ἔβρυσεν εἰς τοὺς κεράμους; Πῶς ἐγέννησεν ἡ παρθένος; εἰπὲ, πῶς ἐπὶ Γεδεὼν ὁ πόκος ἀπέλυσε δρόσον; εἰπὲ, πῶς ἐπὶ τοῦ Σαμψὼν τὸ ὀστέον ἔβρυσε τὸ ὕδωρ; εἰπὲ, πῶς ἐφύλαξεν ἡ κάμινος τοὺς παῖδας; εἰπὲ, πῶς ἐπὶ Μανωὲ ἀνήφθη ἡ πέτρα δίχα ὕλης; εἰπὲ, πῶς ἐκαίετο ἡ βάτος, καὶ οὐ κατεκαίετο; εἰπὲ, πῶς οὐ κατεφλέχθη Ἠλίας ἐν τῷ ἅρματι τῷ πυρίνῳ; εἰπὲ, πῶς ὁ Μωϋσῆς εἰσῆλθεν εἰς τὸν γνόφον, καὶ πάλιν ἐξῆλθε; Πῶς ἐγέννησεν ἡ παρθένος; πῶς Ἡσαΐας τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου ἐθεάσατο; εἰπὲ, πῶς ∆ανιὴλ ἐφανέρωσε τὸ κεκρυμμένον ἐνύπνιον τῷ Ναβουχοδονόσωρ; πῶς Ἰεζεκιὴλ ἐφ' ἅρματος Χερουβὶμ καθήμενον εἶδε τὸν ἀόρατον; Πῶς ἔτεκεν ἡ παρθένος; πῶς Ἱερεμίας ἐκ μήτρας ἡγιάσθη προφήτης; εἰπὲ, πῶς τὰ νεκρὰ τοῦ προφήτου ὀστᾶ τὸν νεκρὸν ἤγειραν τότε; εἰπὲ, πῶς ἡ Ἐρυθρὰ ἐπετρώθη ῥάβδῳ; εἰπὲ, πῶς ὁ Ἰορδάνης ἀνεπόδισε τὸ ῥεῦμα; εἰπὲ, πῶς τὰ δένδρα τοὺς καρποὺς ἐγκυμονοῦσιν; εἰπὲ, πῶς ἡ ἄμπελος φέρει τὸν βότρυν; εἰπὲ, πῶς ἐγέννησεν ἡ νὺξ τὴν ἡμέραν; Πῶς ἐγέννησεν ἡ παρθένος; εἰπὲ, πῶς ὁ φωστὴρ τοῦ ἡλίου θερμαίνει τὸν κόσμον, εἰπὲ, πῶς ὁ οὐρανὸς τοὺς ἀστέρας ἐκφαίνει; Καὶ ἐπὶ τούτων εἰσὶ μυστήρια ἄῤῥητα, κεκρυμμένα καὶ ἀκατάληπτα ἐν οὐρανοῖς. Εἰ ταῦτά μοι ἑρμηνεύσῃς ὁ τῶν Ἰουδαίων ἐκσκέπτωρ, οἶδα ὅτι καταλαμβάνεις καὶ τὴν κύησιν τῆς Παρθένου. Ἀλλὰ σὺ ἀλλότριος εἶ κἀκείνων καὶ τούτων τῶν μυστηρίων· ἡμεῖς δὲ καὶ ταῦτα φιλοφρονοῦμεν, κἀκεῖνα πιστεύομεν. Ἑρμήνευσον τοὺς προφήτας, καὶ βλέπε τῆς παρουσίας τοὺς ῥήτορας. Στε 61.692 φανούσθω τὸ κήρυγμα. Ὅσα ἐποίησε καὶ ἔπαθε, ταῦτα οἱ προλαβόντες πρὸ τοσούτων γενεῶν ἐζωγράφησαν. Πρῶτος ἱκετεύει ∆αυΐδ· Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι. Καὶ ἐπιτυχὼν τῆς αἰτήσεως, εὐαγγελίζεται καὶ λέγει· Ἔκλινεν οὐρανοὺς, καὶ κατέβη. Καὶ ἐπειδὴ ὡς παιδίον εἶχε φανῆναι, λέγει Ἡσαΐας. Παιδίον ἐγεννήθη ἡμῖν. Ὅτι δὲ ἔμελλεν αἴρειν αὐτὸν ἡ μήτηρ αὐτοῦ καὶ φεύγειν εἰς Αἴγυπτον, Ἰδοὺ ὁ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου. Νεφέλην κούφην εἰκότως ὁ λόγος τὴν Παρθένον ἐκάλεσεν, ὅτι ἀνθρωποποιοῦ σπέρματος βάρος οὐκ ἐδέξατο. Ὅτι δὲ ἤμελλεν ἐν Ἰορδάνῃ βαπτίζεσθαι, λέγει Ἱερεμίας· Πῶς ποιήσῃς ἐν φρυάγματι τοῦ Ἰορδάνου;

Καὶ τί κατ' εἶδος ἀριθμοῦμεν; Φέρε δὴ ὅλας ὁμοῦ τὰς προφητείας εἰς ἕνα φωστῆρα συνεχόμενος. Περὶ τῆς ἑρμηνείας Γαβριὴλ λέγει· Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Καὶ περὶ τῆς τοῦ Χριστοῦ ἀπαντῆς καὶ τοῦ Βαπτιστοῦ ∆αυῒδ λέγει· Ἔλεος καὶ ἀλήθεια συνήντησαν· καὶ περὶ τοῦ ἀσπασμοῦ τῆς Ἐλισάβετ πρὸς τὴν ἁγίαν καὶ ἁγνὴν Θεοτόκον, ∆ικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Καὶ πάλιν περὶ τοῦ Ἰωάννου καὶ περὶ τοῦ Κυρίου λέγει· Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε. Καὶ περὶ τῶν ἀποστόλων λέγει· Ἐγὼ εἶπα· Θεοί ἐστε. Καὶ περὶ τῆς μαρτυρίας τῆς ἄνωθεν ∆αυῒδ λέγει· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Καὶ περὶ τῶν νοσούντων λέγει· Ἀπέστειλε τὸν λόγον αὑτοῦ καὶ ἰάσατο αὐτούς· καὶ περὶ τῶν