1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

7

οὐρανὸς μαρμαρυγὰς ἀποβάλλων, οὐ τὰ τῆς φύσεως ὑποβάλλουσα, ἀλλὰ νάματα τῆς χάριτος βρύουσα. Ὡς δὲ πᾶσα ἡ κτίσις ἠγάλλετο, ὁμοῦ καὶ γῆ καὶ τὰ ὑπ' οὐρανὸν ἐφαιδρύνοντο χάριτι. Οἱ γὰρ πεπλανημένοι ἐπέστρεφον, οἱ ἁμαρτωλοὶ μετενόουν, οἱ ἀσεβεῖς εὐσέβουν, οἱ νοσοῦντες ὑγίειαν μετελάμβανον, οἱ νεκροὶ εἰς ζωὴν ἐργαστήριον, οἱ ζῶντες εἰς θεότητος πρόσωπον. Ὡς δὲ οἱ δαίμονες ἐδιώκοντο, καὶ ἡ νόσος ἐμαραίνετο, καὶ ὁ θάνατος κατῃσχύνετο λοιπὸν καὶ οἱ ἐν τῷ ᾅδῃ ὑπὸ τοῦ ἐχθροῦ κατεχόμενοι ἀκοὴν περὶ αὐτοῦ δεξάμενοι, ἰδεῖν τὴν δόξαν ἐσπούδαζον, καὶ λυθῆναι τῶν δεσμῶν ἱκέτευον. Ὡς δὲ εἶδεν ὁ τῆς ἀπωλείας προαγέτης καὶ ἄρχων τοῦ σκότους τὰ ὧδε αὐτὸν κατορθώσαντα, καὶ ἕτοιμον πορθῆσαι τὰ τοῦ ᾅδου βασίλεια, πρὸς τοὺς ἐκεῖ φρουροῦντας ὁ Πονηρὸς ηὐτομόλησε δαίμονας λέγων· ὅτι Ὑποκάτω τῆς γῆς ἔρχεται ὁ ὑποκάτω τοῦ οὐρανοῦ σωφρονήσας, τὰ πέρατα ἔρχεται σκυλεῦσαι, καὶ αἰχμαλωτεῦσαι ἡμῶν τὰ ταμιεῖα τὰ ἄδηλα.

Ἀποκριθέντες δὲ λέγουσι πρὸς αὐτὸν οἱ ἀλάστορες· Καὶ τίς ἐστί σου ἰσχυρότερος; οὐκ ἔλεγες, Οὐκ ἔστι μου δυνατώτερος ὁ ἐμοὶ ἀντιταττόμενος; Νῦν ἐδειλίασας παρ' ἐκείνου λωφούμενος; Τέως πείρασον πολεμῆσαι· θάρσησον, καὶ εὑρήσεις αὐτὸν κατὰ πάντα ἡττώμενον. Ὁ δὲ, Ἐπείρασα, φησὶ, καὶ ἐδοκίμασα, καὶ πάντοθέν μου τὰς δυναστείας ἐκράτησεν· εἰς τὴν ἔρημον αὐτὸν ἐπολέμησα, καὶ ἔρημόν με πάντοθεν ἀπέδειξεν. Οὔτε πρὸς τοὺς μαθητὰς αὐτοῦ ἴσχυσα· τὴν αὐτὴν γὰρ δόξαν κἀκείνους ὑστέρησεν. Οἱ δὲ πρὸς αὐτόν· Τέως εἴσελθε ἔσωθεν, καὶ τὰς χαλκᾶς πύλας ἀπόκλεισον, καὶ τοὺς σιδηροῦς μοχλοὺς καθειρξώμεθα, καὶ τὰ βέλη ἡμῶν εὐτρεπίσωμεν. Ταῦτα καὶ τὰ τοιαῦτα κραζόντων τῶν πονηρῶν, ἰδοὺ δὴ καὶ ὁ Κύριος μετὰ πυροφόρων στρατιῶν παραγίνεται. Ἀνοίξατέ μοι πύλας, οἱ τῶν δαιμόνων ἄρχοντες· εἰσελεύσεται γὰρ ὁ βασιλεὺς τῆς δόξης. Οἱ δὲ ἔνδοθεν ὑπάρχοντες ἐτόλμων, καὶ ἀποκρίνοντες· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης, Κύριος κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ. Ὁ δὲ στρατηγὸς τῶν δαιμόνων ἔλεγεν αὐτοῖς ἔνδοθεν· Οὐκ εἶπον ὑμῖν, ὅτι κραταιός ἐστι καὶ δυνατὸς ἐν πολέμῳ, καὶ ἰσχυρὸς ἐν ἰσχύϊ; Οἱ δὲ ἄγγελοι ἐπεσπούδαζον· Ἄρατε πύλας, πρὶν αὐτὰς συντρίψωμεν, καὶ τοὺς μοχλοὺς κατεάξωμεν· μετ' εἰρήνης ἀνοίξατε, πρὶν μετ' ὀργῆς εἰσέλθωμεν. Ἄρατε πύλας, οἱ ἄρχοντες τοῦ ᾅδου, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Οἱ δὲ φόβῳ συνεχόμενοι ὡς ἀμφέβαλλον ῥήμασι· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; αὐτοὶ ἀπεκρίναντο· Κύριός ἐστι τῶν δυνάμεων, τῶν ἄνω καὶ τῶν κάτω ∆εσπότης. Καὶ ὡς ἐστασίαζον, μὴ ἀνοίγοντες τρόμῳ παιδευόμενοι, νεύματι τῆς θεότητος εὐθέως αἱ πύλαι συνετρίβησαν, καὶ οἱ μοχλοὶ κατεάγησαν, καὶ ἐπληρώθη τῆς προφητείας τὸ κήρυγμα τὸ πρὸ τοσούτων γενεῶν σαλπιζόμενον, ὅτι Συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. Εἶτα ἐν ἀπορίᾳ γενόμενοι οἱ τῆς λοιδορίας ἐργάται, εἶπαν οἱ ἄνομοι. Ἔχοντες τὰ βέλη καὶ τὰς ῥομφαίας, ἐφορμήσωμεν αὐτῷ. Ὁ δὲ τὰς πύλας συγκλάσας, κἀκείνους συνέτριψε, καὶ ἐπλήρωσε τὰς δύο κηρυττούσας προφητείας· Κύριος συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ. Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον. Ὡς δὲ εἶδον οἱ κατάκλειστοι τὸ φῶς τῆς ἀϊδίου ζωῆς, ἀνεβόησαν λέγοντες· Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. Ὄρεα ἐκάλουν τὰ τοῦ ᾅδου στερεώματα. Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ· τουτέστιν, ἐξέστησαν οἱ διαβολικοὶ ἄρχοντες· Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν. Ἀπενεκρώθησαν γὰρ ὑπὸ τοῦ Κυρίου, καὶ ἃ εἶχον ἐν ταῖς χερσὶν αὐτῶν ἀπώλεσαν, καὶ οὐχ εὗρον οὐδέν. Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις. Ἵππους λέγει τὰς ψυχὰς τῶν κατεχομένων, καὶ ἐπιβάτας τοὺς πονηροὺς δαίμονας, δαίμονας τοὺς ἀνελεημόνως παιδεύοντας τὰς τῶν ἀνθρώπων ψυχάς. Ἐνύσταξαν καὶ ἀπενεκρώθησαν. Τότε ὡς εἶδον τῶν ψυχῶν τὴν σωτηρίαν, καὶ τὴν ἰδίαν ἀπώλειαν, τὴν 61.696 αὐτῶν ἐλευθερίαν, καὶ τὴν ἑαυτῶν δουλείαν, αὐτοὺς ἀπολυομένους, καὶ