1

 2

 3

 4

 5

 6

 7

2

πληροῦσι θέατρον, οἱ δὲ γεγηρακότες ἐν ἱππο δρομίαις ἀσχημονοῦσι· ἕτεροι δ' αὖ πάλιν γέροντες μετὰ τῆς πολιᾶς [καὶ] τῇ ἀκροάσει κοσμοῦνται, νέοι δὲ τὴν νεότητα διὰ τῆς θεωρίας τῆς ἐκεῖσε ἀλογωτέραν κατα σκευάζουσιν. Εἰ γὰρ καὶ πολλοὶ οἱ παρόντες ἡμῖν, ἀλλ' οὐκ ἔχω κόρον· οὐ γὰρ πολλοὺς ἐβουλόμην παρεῖναι μό νον, ἀλλὰ πάντας, καὶ μηδένα τῆς ἐκκλησίας ἀπολιμπά νεσθαι· ὥστε, ἕως ἂν φάνηται κἂν εἷς ἀποβουκολούμε νος, διαῤῥήγνυμαι καὶ διακόπτομαι ταῖς ὀδύναις.

Ἐπεὶ 63.518 καὶ ὁ ποιμὴν ἐκεῖνος τὰ ἐνενηκονταεννέα πρόβατα κατα λιπὼν, ἐπὶ τὸ ἓν τὸ πεπλανημένον κατηπείγετο, καὶ οὐ πρότερον ἀπέστη, ἕως ἂν αὐτὸ πρὸς τὴν ἀγέλην ἐπ ανήγαγε, καὶ πολλὴν ὑπὲρ αὐτοῦ σπουδὴν ἐποιεῖτο· καὶ γὰρ ἐχώλευεν ὁ τῶν ἑκατὸν ἀριθμὸς, ἕως ἀπέλαβε τὸ ἓν, καὶ τὰ ἑκατὸν τότε ἑκατὸν ἐγένετο, ὅτε καὶ τοῦτο διεσώ θη. Μὴ δή μοι λέγε ὅτι εἷς ἐστιν ὁ ἀδελφὸς ὁ ἀπο λωλώς· ἀλλ' ἐννόησον ὅτι ἀδελφὸς, τὸ περισπούδαστον τῷ Θεῷ ζῶον, ὑπὲρ οὗ τοσαῦτα ἐγένετο, ὑπὲρ οὗ τὸ τί μιον αἷμα ἐχύθη καὶ τιμὴ κατεβλήθη τοσαύτη, δι' ὃν οὐ ρανὸς ἐτάθη, καὶ ἥλιος ἀνήφθη, καὶ σελήνη τρέχει, καὶ ποικίλος ἀστέρων καταλάμπει χορὸς, καὶ ἀὴρ ἡπλώθη, καὶ θάλασσα ἐξεχύθη, καὶ γῆ ἐθεμελιώθη, καὶ πηγαὶ βρύουσι, καὶ ποταμοὶ ῥέουσι, καὶ ὄρη πέπηγε· δι' ὃν λειμῶνες καὶ παράδεισοι, δι' ὃν σπέρματα καὶ φυτὰ, δι' ὃν τὰ ποικίλα τῶν φυτῶν γένη, δι' ὃν τὰ ἐν ὄρεσι, τὰ ἐν ἐρημίαις, τὰ ἐν πόλεσι, τὰ ἐν πεδίοις, τὰ ἐν νάπαις, τὰ ἐν βουνοῖς· δι' ὃν οἱ μυρίοι τῶν ἰχθύων δῆμοι, δι' ὃν τὰ ποικίλα τῶν τετραπόδων γένη, δι' ὃν τὰ παντοδαπὰ τῶν ὀρνίθων φῦλα, δι' ὃν νόμος, δι' ὃν προφῆται, δι' ὃν ἀπό στολοι, δι' ὃν τὰ μυρία θαύματα γέγονε· τί δεῖ τὰ πολλὰ λέγειν; δι' ὃν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέ γονε, καὶ γενόμενος ἐσφάγη.

βʹ. Ἐννόησον ὅση τῷ Θεῷ πραγματεία ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, καὶ

μὴ καταφρονήσῃς μηδενὸς ἀν θρώπου, ἀλλὰ διαλυθέντος τοῦ θεάτρου τούτου τοῦ πνευ ματικοῦ, ἀναζήτησον τὸν ἀπολειφθέντα, καὶ μὴ πρότε ρον ἀποστῇς ἕως ἂν αὐτὸν ἐπαγάγῃς, καὶ τῇ μητρὶ συνάψῃς, καὶ τῆς πονηρᾶς ἀπαγάγῃς συνηθείας, καὶ τὸν αἰχμάλωτον διασώσῃς καὶ τὸν καταποντι σθέντα ἀνιμήσῃ, καὶ τὸν θηριάλωτον τῶν χαλεπῶν ἀπαλλάξῃς θηρίων.

Τίνα γὰρ ἂν σχοίης συγγνώμην, τίνα ἀπολογίαν; Εἰς ἀποστόλων παραγινόμεθα θή κας· ὁρῶμεν αὐτῶν τὰ τραύματα καὶ τὰ στίγματα, τὸ αἷμα τὸ ῥέον τὸ χρυσίου τιμιώτερον, τὰς ἁλύσεις, τὰς μάστιγας, τοὺς θανάτους τοὺς καθημερινοὺς, οὓς ὑπὲρ τῆς Ἐκκλησίας ἔπαθον· τὸν Παύλου μαθητὴν μετὰ Παύλου πανταχοῦ περιτρέχοντα, καὶ τῷ διδασκάλῳ παρ ισούμενον, καὶ τὸν μόσχον τῷ ταύρῳ συμβεβλημένον· τὸν τοῦ πρώτου τῶν ἀποστόλων ἀδελφὸν, τὸν ἁλιέα τὸν σαγήνην ἁπλώσαντα καὶ ἀνθρώπους ἀντὶ ἰχθύων ἁλιεύ σαντα, τὸν τοῦ Εὐαγγελίου κήρυκα· καὶ καθάπερ ἐν λειμῶνι τοῖς τούτων ἐντρυφῶμεν κατορθώμασιν. Οἱ δὲ ἀφέντες ἡμᾶς, ἵππων ἀλόγων κάθηνται γιγνόμενοι θεαταὶ, λοιδορίαις καὶ ὕβρεσιν ἀλλήλους πλύνοντες, θυμὸν καὶ μάχην οὐκ ἔχουσαν πρόφασιν ἀνάπτοντες, χαίροντες χα ρὰν λύπης ἀθλιωτέραν, ὑπὲρ ἡνιόχων νικώντων, ὑπὲρ ἵπ πων διακλωμένων· οὗ τί γένοιτ' ἂν ἀλογώτερον; Τί γὰρ χαίρεις, εἰπέ μοι; τί δὲ σκιρτᾷς καὶ πηδᾷς καὶ φαι δρὸς καταβαίνεις ἐκεῖθεν; Σὺ δὲ τίνος ἕνεκεν ἀλγεῖς καὶ ἐγκαλύπτῃ καὶ κάτω κύπτεις καὶ τὴν σαυτοῦ ψυχὴν ὀδυ νᾷς, ὅτι ὁ δεῖνα ἐκράτησε, καὶ ἐκρατήθη θάτερος; καὶ τί ταῦτα πρὸς σέ; ποῖον ἡ λύπη αὕτη, ἢ ἡ ἡδονὴ αὕτη λόγον ἂν ἔχοι; τίνος δὲ οὐκ ἂν εἴη κολάσεως ἑκάτερος ὑμῶν ἄξιος, τῆς μὲν ἑαυτοῦ ψυχῆς καθ' ἑκάστην ἡμέραν ὑπὸ τῶν παθῶν παρασυρομένης οὐδένα ποιούμενος λό γον, ὑπὲρ δὲ ἀλόγων ζώων καὶ ἀνθρώπων ἑτέρων ἀλόγων χαίρων, ἢ ὀδυνώμενος; Ἀλλ' ἵνα μὴ πάλιν τὴν ἅπασαν διάλεξιν εἰς ταῦτα καταναλώσαντες, δαπανήσωμεν τὸν καιρὸν, τὴν διόρθωσιν ἐκείνων ἐπιτρέψαντες ὑμῶν τῇ ἀγάπῃ, τῶν σήμερον