1

 2

 3

 4

 5

 6

 7

4

γʹ. Πῶς οὖν τοσούτων κατεχόντων τὴν οἰκουμένην κα κῶν, καὶ οὐδέπω τῶν σπερμάτων καταβληθέντων (παν ταχοῦ γὰρ ἄκανθαι καὶ τρίβολοι καὶ βοτάναι πονηραὶ), οὐδέπω τῆς χώρας ἐκκαθαρθείσης, οὐδὲ ἀρότρου ἑλκυ σθέντος, οὐδὲ αὔλακος ἀνατμηθείσης, περὶ θερισμοῦ διαλέγεται καί φησιν· Ὁ θερισμὸς πολύς; καὶ τίνος ἕνεκεν οὕτω καλεῖ τὸ Εὐαγγέλιον; Τίνος ἕνεκεν; ἐπειδὴ τὰ πράγματα οὕτω διέκειτο, ἔμελλε δὲ αὐτοὺς παντα χοῦ τῆς οἰκουμένης ἐκπέμπειν, εἰκὸς δὲ αὐτοὺς θορυ βεῖσθαι καὶ ταράττεσθαι, καὶ πρὸς ἑαυτοὺς ἀναλογίζε σθαι Καὶ λέγειν· Καὶ πῶς ἂν γένοιτο δυνατὸν ἕνδεκα ὄν τας (ὁ γὰρ εἷς θηριάλωτος γέγονεν), ἰδιώτας, ἀγραμ μάτους, πένητας, ἀσήμους, γυμνοὺς, μονοχίτωνας, ἀνυποδέτους, μὴ ζώνην, μὴ ῥάβδον, μὴ ὀβολὸν ἐπιφερομέ νους, διιέναι τὴν οἰκουμένην ἅπασαν τὴν οὕτω διακει μένην, καὶ τῆς μὲν παλαιᾶς ἀποσπᾷν συνηθείας, εἰς τὰ τῆς νέας δὲ δόγματα εἰσάγειν αὐτοὺς, καὶ ξένην τινὰ διδασκαλίαν αὐτοῖς ἐνηχεῖν; πότε γὰρ ἀνασπάσομεν τὰς ἀκάνθας; πότε κατασπείρομεν τὰ σπέρματα; πότε γεωργήσομεν αὐτῶν τὴν διάνοιαν; πότε ἀναδοθήσεται ὁ σπόρος; τίς δὲ ἡμᾶς οὐ διασπάσεται; τίς δὲ οὐ κατακρη μνίσει; πῶς ὅλως δυνησόμεθα διᾶραι στόμα, στῆναι, διαλεχθῆναι, φανῆναι μυριάσι τοσαύταις; πῶς καταλύ σομεν τυράννων θυμὸν, δήμων ἐπαναστάσεις, φιλοσόφων κατασκευὰς, ῥητόρων δεινότητα, προλήψεως τυραννίδα, συνηθείας παλαιᾶς ἰσχὺν, δαιμόνων ἐπιβουλὰς, ψυχὰς μυρίοις νοσήμασι προκατειλημμένας; ἡμεῖς οὖν οἱ ἕνδεκα τοὺς εἰς τὴν οἰκουμένην ἅπαντας πῶς διορθώσο μεν, οἱ ἰδιῶται τοὺς σοφοὺς, οἱ γυμνοὶ τοὺς ὡπλισμένους, οἱ ἀρχόμενοι τοὺς ἄρχοντας, οἱ μίαν γλῶτταν κεκτη μένοι πρὸς μυρίας φωνὰς διαλεγόμενοι, καὶ ἔθνη βάρ βαρα καὶ ἀλλόγλωσσα; τίς δὲ ἡμῶν ἀνέξεται, ὧν μηδὲ τῆς φωνῆς ἐπακούειν δύναιτ' ἄν; ἵνα μὴ ταῦτα λογιζό μενοι θορυβῶνται, θερισμὸν τὸ Εὐαγγέλιον ἐκάλεσε, μονονουχὶ λέγων· Πάντα ηὐτρέπισται, πάντα παρεσκεύα σται· πρὸς ἑτοίμην ὑμᾶς τῶν καρπῶν πέμπω συλλογήν· ἐν τῇ αὐτῇ ἡμέρᾳ καὶ σπείρειν καὶ θερίζειν δυνήσεσθε. Ὥσπερ οὖν ὁ γηπόνος πρὸς ἄμητον ἐξιὼν χαίρει καὶ φαι δρός ἐστι καὶ γέγηθεν, οὐκ ἀναλογιζόμενος πόνους, οὔτε δυσκολίαν τινὰ, ἀλλ' ὡς ἐπὶ πρόσοδον ἑτοίμην ἐπειγόμενος, καὶ ἐπὶ τῶν ἐνιαυσίων καρπῶν τρέχων, καὶ οὐδὲν οὐδα μοῦ κώλυμα, οὐδὲν ἐμπόδιον, οὐδεμία τοῦ μέλλοντος ἀδηλία, ἐπομβρίαι, χάλαζαι καὶ αὐχμοὶ, καὶ τὸ πονηρὸν τῶν ἀκρίδων στρατόπεδον· ὁ γὰρ τοῦ θερίζειν ἁπτόμε νος, οὐδὲν ὑφορᾶται τοιοῦτον· διὰ δὴ τοῦτο καὶ χορεύον τες καὶ σκιρτῶντες τῶν πόνων ἅπτονται· οὕτω δὴ καὶ ὑμᾶς, καὶ πολλῷ πλέον, μετὰ πολλῆς τῆς ἡδονῆς εἰς τὴν οἰκουμένην ἐξιέναι ἀναγκαῖον. Θερισμὸς γάρ ἐστι τὸ πρᾶγμα, θερισμὸς πολλὴν εὐκολίαν ἔχων, θερισμὸς παρεσκευασμένα παρέχων ὑμῖν τὰ λήϊα· εἰπεῖν δεῖ μό νον, οὐ καμεῖν. ∆ανείσατέ μοι, φησὶ, τὴν γλῶτταν, καὶ ὄψεσθε τὸν καρπὸν ὥριμον εἰς τὰ βασιλικὰ σιτο 63.521 δοχεῖα εἰσαγόμενον.

∆ιὰ δὴ τοῦτο καὶ μετὰ ταῦτα πέμ πων αὐτοὺς ἔλεγεν· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Αὐτὸς γὰρ ἦν ὁ τὰ δύσκολα ῥᾴδια ποιῶν, καὶ ὅπερ ὁ προφήτης ἔλεγεν, ὅτι Ἐγὼ ἔμπροσθέν σου πορεύομαι καὶ ὄρη ὁμαλιῶ· ταῦτα ἐπὶ τῶν ἀποστόλων αἰσθητῶς συν έβαινε· προωδοποίει γὰρ αὐτοῖς ὁ Χριστὸς καὶ ῥᾳδίαν ἐποίει τὴν ὁδόν. Τοῦτο καὶ ὁ μεγαλοφωνότατος Ἡσαΐας δηλῶν ἔλεγε· Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· οὐ περὶ ὀρῶν λέ γων καὶ βουνῶν· οὐδὲ γὰρ συνέβη τοῦτο· ἀλλὰ τοὺς ἀπο νενοημένους καὶ φυσωμένους καὶ μεγαλοφρονοῦντας τῷ τῶν ὀρῶν ὀνόματι καλῶν. Ἀλλ' ἐταπείνωσε πάντας ὁ Χριστὸς ταπεινότητα ὕψους γέμουσαν, καὶ τὰ ὄρη πεδία ἐποίησεν· οὕτω δὲ καλεῖ τοὺς ἀπονενοημένους, οὐ διὰ τὸ ὕψος αὐτῶν τῆς διανοίας, ἀλλὰ διὰ τὸ ἄκαρπον τῆς ἀπονοίας, καὶ τὸ ἄγονον τῆς ψυχῆς, καὶ τὸ ἀναίσθητον τῶν λόγων. Ὥσπερ γὰρ τὸ ὄρος οὐκ ἂν ἐνέγκῃ καρ πὸν, οὕτως οὐδὲ ἀπόνοια· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον. Τὸ μὲν γὰρ ὄρος