1

 2

 3

 4

 5

 6

 7

6

πόνου δαπανηθέντος· ὁμοῦ τε γὰρ ἐπέβη τοῦ ἅρματος καὶ κατηχεῖν ἤρξατο· μᾶλλον δὲ πρὸ τῆς ἐπιβάσεως ἐκεῖνο θαύμασον, πῶς ὁ βάρβαρος καὶ ἀλλόφυλος καὶ φλεγμαίνων ἀπὸ τῆς δυναστείας (οὐ γὰρ μικρὰν ἀρχὴν μετεχείριζε), τὸν πένητα, τὸν πτω χὸν, τὸν ἀγνῶτα, τὸν οὐδέποτε αὐτῷ οὔτε εἰς ὄψιν οὔτε εἰς συνουσίαν ἐλθόντα, τότε πρῶτον φανέντα, τοῦτον καὶ ἐκάλεσε καὶ ἀνεβίβασε καὶ ἑαυτῷ συνεκάθισε. Τίς ταῦτα εἰργάσατο; Ἐκεῖνος ὁ εἰπὼν, Ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· ἐκεῖνος ἡμερωτέραν τὴν πρόσοδον ἐποίησε, καὶ βάρβα ρον φιλοσοφεῖν παρεσκεύασε, καὶ τὸ ὄρος ἐταπείνωσε, καὶ τὸν ἀγνῶτα γνωρίμου παντὸς οἰκειότερον κατέστησε. Μὴ δὴ παραδράμῃς ἁπλῶς, μηδὲ ἱστορίαν τὸ πρᾶγμα νομίσῃς ψιλὴν, ἀλλ' ἐννόησον τὸ μέγεθος τοῦ κατορθώ ματος. Εἰ γὰρ οἱ νῦν ἄρχοντες, πιστοί τε ὄντες καὶ ταπεινοφρονεῖν παιδευόμενοι καὶ οὐδὲν βάρβαρον ἔχον τες, οὐκ ἂν ἕλοιντο, οὐ λέγω ἀγνῶτα καὶ ξένον, ἀλλὰ τῶν γνωρίμων τινὰ ταχέως ἐπ' ἀγορᾶς αὐτοῖς συ γκαθίσαι· πῶς ἐκεῖνος τὸν ξένον; οὐ γὰρ παύσομαι ταῦτα λέγων· τὸν ξένον, τὸν οὐδέποτε φανέντα, τὸν εὐτελῆ, τὸν εὐκαταφρόνητον ἀπὸ τῆς ὄψεως, τοῦτον καὶ ἀνεβί βασε καὶ ἐκάθισε. καὶ τῇ γλώττῃ τῇ ἐκείνου τὴν ἑαυτοῦ σωτηρίαν ἐξέδωκε, καὶ μαθητὴς γενέσθαι ἠνέσχετο καὶ παρακαλεῖ καὶ δεῖται καὶ ἱκετεύει,

∆έομαί σου, λέγων, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; καὶ δέ χεται μετὰ πολλῆς προσοχῆς τὰ λεγόμενα. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ δεξάμενος οὐκ ἠμέλησεν, οὐκ ἀνεβάλετο. οὐκ εἶπεν, Εἰς τὴν πατρίδα ἐπανέλθω τὴν ἐμαυτοῦ, ἴδω τοὺς φίλους, τοὺς οἰκείους καὶ συγγενεῖς, ὃ πολλοὶ τῶν Χριστιανῶν λέγουσι νῦν ἐπὶ βάπτισμα καλούμενοι· Ἐπαν 63.523 έλθω εἰς τὴν πατρίδα, ἴδω τὴν γυναῖκα, ἴδω τὰ παιδία μετὰ τῶν ἐμῶν συγγενῶν· παρόντων ἐκείνων καὶ συνεορταζόντων ἐμοὶ, οὕτως ἀπολαύσομαι τοῦ βαπτίσματος, οὕτω μεθέξω τῆς χάριτος. Ἀλλ' οὐχ ὁ βάρβαρος τότε ἐκεῖνος ταῦτα εἶπε τὰ ῥήματα, καὶ ταῦτα Ἰουδαῖος ὢν καὶ πολλὴν τῶν τόπων ποιεῖν τὴν παρατήρησιν πεπαιδευμένος, καὶ μάλιστα συνεχῶς ἐνηχοῦντος αὐτῷ, ὅτι δεῖ τηρεῖν τοῦ τόπου τὴν φυλακὴν, καὶ διὰ τοῦτο μακρὰν ἀποδημίαν στειλάμενος, ἵνα ἐν τῷ τόπῳ ᾧ ἐκέλευσεν ὁ Θεὸς προσκυνήσῃ· ἀλλ' ἀθρόον πᾶσαν ἐκείνην τὴν συνήθειαν ἐκβαλὼν καὶ ἀποστὰς τῆς τοιαύτης παρατηρήσεως· ἐπειδὴ ἀπηρτίσθη ὁ λόγος, καὶ πηγὴν εἶδε παρὰ τὴν ὁδὸν, φησίν· Ἰδοὺ ὕδωρ, τί κωλύει με βαπτισθῆναι; Εἶδες τὸν θερισμὸν πάλιν ἀπαρτιζόμενον; εἶδες οὐδένα χρόνον ἀναλωθέντα, ἀλλ' ὁμοῦ τὴν γῆν δεξαμένην, καὶ τὸν στάχυν κομῶντα ἐκβαλοῦσαν, καὶ πέπειρον τὸν βότρυν γενόμενον; Ἰδοὺ ὕδωρ, φησίν. Οὐ τοίχους ἐζήτησεν, οὐκ ὄροφον χρυσοῦν, οὐχ ἱματίων κατασκευὴν, οὐχ ὑποδήματα· ἀλλ' ἐπειδὴ γνώμην εἶχε παρεσκευασμένην καὶ ἔζεε τῷ πόθῳ καὶ ἀνήφθη τῇ προθυμίᾳ, ἐπὶ τὴν χάριν εὐθέως ἔδραμε, καὶ κατεπείγει τὸν διδάσκαλον πρὸς τὴν μυσταγωγίαν αὐτὸν χειραγωγῆσαι, καὶ μεταδοῦναι τῶν ἀθανάτων ἐκείνων καὶ φρικτῶν μυστηρίων. ∆ιὸ κἀκεῖνος εὐθέως ἐπένευσε, τὴν προθυμίαν ἀποδεξάμενος, καὶ ἐβάπτισεν αὐτόν. ∆ιὰ τοῦτο θερισμὸν τὸ Εὐαγγέλιον καλεῖ, διὰ τὴν εὐκολίαν ἣν παρεῖχεν αὐτοῖς. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν, ὅτι προσεῖχον τοῖς λεγομένοις ὑπὸ τοῦ Παύλου· καὶ γὰρ ὁ Κύριος διήνοιξε τὴν καρδίαν αὐτῶν προσέχειν τοῖς λαλουμένοις ὑπ' αὐτοῦ. Ὅταν δὲ ἀκούσῃς, ὅτι ὄρη ταπεινοῖ, καὶ θερισμὸν ἐργάζεται, καὶ ὥριμον ποιεῖ τὸν καρπὸν, καὶ πολλὴν κατασκευάζει τὴν εὐκολίαν, μὴ ἀποστε 63.524 ρήσῃς τοὺς πιστεύοντας τῶν μεγίστων κατορθωμάτων· οὐδὲ γὰρ ἐβιάζετο τὴν ἐλευθερίαν τῆς γνώμης, οὐδὲ ἐλυμαίνετο τὸ αὐτεξούσιον, ἀλλὰ συνέπραττε καὶ ἐβοήθει καὶ χεῖρα ὤρεγεν.

Εἰ γὰρ τὸ πᾶν αὐτοῦ ἦν, οὐδὲν ἐκώλυεν ἅπαντας σώζεσθαι· νῦν δὲ τὸ μὲν αὐτοῦ ἐγίνετο, τὸ δὲ τῶν προσιόντων· τῶν μὲν προσιόντων τὸ βουληθῆναι καὶ ἑλέσθαι, καὶ πολλὴν ἐπιδείξασθαι τὴν προθυμίαν καὶ γενναίαν τὴν πίστιν, τοῦ δὲ τὸ παρέχειν τὰ δῶρα, καὶ εὔσημον ποιῆσαι τὸν λόγον καὶ σαφῆ τὴν διδασκαλίαν, καὶ τὰ σπέρματα καταβαλεῖν, καὶ βοηθῆσαι πρὸς τὸ ὥριμον γενέσθαι τὴν ἀκρόασιν. Ταῦτ'