1

 2

 3

2

ἀσφαλέστερον κόλπον τοῦ πένητος, ἵνα μή τις ἁρπάσῃ, δὸς εἰς τὸν ἄσυλον θησαυρόν, ἵνα μή τις ἀποκλέψῃ, σκόρπισον εἰς τὴν εὐθαλεστέραν γῆν, ἵνα ἑκατονταπλασίονα λήψεσαι. Καὶ ποῦ ὁ τόκος εἰπέ, φησίν, ὦ δέσποτα; ὁ τόκος, φησί, ζωὴν αἰώνιον κληρονομήσετε. Ἀλλὰ πάλιν λέγει τις τῶν ἀφρόνων· διδάσκαλε, τίς τὰ ἐμὰ ἀπὸ τῶν ἐμῶν θησαυρῶν συλῆσαι δυνήσεται; τὰ κλεῖθρα κέκλεισται μετὰ πάσης ἀσφαλείας.

Φύλακες παρίστανται πολλοὶ καὶ πιστοί, οἱ τὰς ἐμὰς πεπιστευμένοι παραθήκας. Πανταχόθεν ἠσφαλισάμην τοῖχον καὶ δῶμα· κλεῖθρα σιδηρᾶ καὶ φυλακὴ πολλή. Ὢ τῆς ἀπονοίας! ὁ ταλαίπωρος χρυσὸς ἐν δεσμωτηρίῳ κατάκειται, μηδὲν ἁμαρτήσας καὶ οὐδὲ φωτὸς ἀξιοῦται, ὁ πάσης ὕλης τιμιώτερος ὧν νομίζομεν. Ναὶ ἡ τιμὴ ἐν ἀτιμίᾳ μετὰ ἀξιοπίστου φυλακῆς. Καὶ τίς τὰ ἐμὰ ἀπὸ τῶν ἐμῶν ἁρπάσαι δύναται, φησίν; ἀλλ' ἔλαθες ἑαυτὸν ὦ ἄνθρωπε φυλάττων ἀφυλάκτως τὸν χρυσόν, τὸν μηδέποτε πίστιν ἔχοντα. Πρόκειται γάρ, τοῖς πολλοῖς ἀπὸ τούτου πρὸς ἐκεῖνον ταχέως μεταβαίνων, πρόκειται τοῖς πολλοῖς ...... καὶ ἄρχουσι καὶ συκοφάνταις καὶ ταῖς τῶν δυναστευόντων ἐπιβουλαῖς καὶ κλέπταις καὶ λῃσταῖς καὶ τοιχωρύκταις. Ἐπείγομαι καταλείπειν σε καὶ εἰς ἑτέρων χεῖρας μεταβαίνειν· πολλὰ γὰρ πηδᾷ ὁ χρυσὸς ὡς ἀκρὶς ἀπὸ τόπου εἰς τόπον, ἀπὸ τούτου εἰς ἐκεῖνον.

Ὅταν δὲ διὰ 632 τούτων ἁπάντων μὴ δυνηθῇ σε καταλιπεῖν, τότε λοιπὸν ἀποθνήσκοντός σου οὐδέν σοι προσφέρει, οὐδὲ μέχρι τῶν τάφων συνέρχεται, ἀλλ' ἐπείγεται διὰ πολλοῦ χρόνου τὸ φῶς ἰδεῖν καὶ ταχέως εἰς τὰς ἑτέρων χεῖρας μεταπηδῆσαι. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης βοᾷ· "μὴ φοβοῦ ὅταν πλουτήσῃ ὁ ἄνθρωπος ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα". Ἀλλὰ καὶ φησὶν ὁ ἄνους· πλούσια γέγονε τὰ τέκνα μου· τί πρὸς σὲ ταλαίπωρε τὸν γυμνὸν καὶ πένητα ἀπερχόμενον; τί πρὸς σὲ τὸν ἀπαιτούμενον εὐθύνας ἐκεῖ ὑπὲρ τῶν ἐνταῦθα παρὰ σοῦ καταλειφθέντων; ∆ιπλᾶς γὰρ ἀπαιτηθήσει τὰς εὐθύνας ἐκεῖ ὑπὲρ ὧν κακῶς ἐθησαύρισας καὶ ὑπὲρ ὧν ἀφορμὴν δέδωκας τοῖς σοῖς κληρονόμοις εἰς ἀσωτείας καὶ γοητείας καὶ πορνείας καὶ συνθήκας παρανόμους δαπανῆσαί σου τοὺς καμάτους. ∆ιὰ τοῦτο καὶ ἡ Γραφὴ λέγει "τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι προάγουσαι εἰς κρίσιν"· τισὶ δὲ καὶ ἐπακολουθοῦσι διὰ τῶν παρανόμων δαπανημάτων τῶν γινομένων ὑπὸ τῶν σῶν κληρονόμων. ∆ιὸ καὶ ὁ Χριστὸς ἔλεγε· "μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς· ἀλλὰ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανῷ". Θέλεις μαθεῖν τούτου τὴν ἀσθένειαν καὶ τὴν ἰσχύν; πρόθες σεαυτῷ τοὺς θησαυροὺς ἐν μέσῳ καὶ κείμενος καὶ πυρέσσων καὶ κακῶς ἔσει περισφιγγόμενος πανταχόθεν καὶ πρὸς ἐκείνην τὴν ἀπαραίτητον ἀποδημίαν ἑλκόμενος. Καὶ πρόθες εἰς μέσον τὸν χρυσὸν καὶ εἰπέ· ὦ χρυσέ, ὁ ὀξὺς τοῖς ἀνθρώποις εἰς ἁμαρτίαν· πολλάκις ἐπιόρκησα διὰ σέ· πολλάκις ἐβλασφήμησα διὰ σέ· πολλάκις κινδύνους θαλάσσης ἐπέρασα διὰ σέ· τοὺς γεννήσαντας ἐξύβρισα διὰ σέ· τοὺς φίλους ἐμίσησα διὰ σέ· τοὺς ἀπὸ γένους ἀπεστράφην διὰ σέ· μυρίοις κακοῖς ὑπεύθυνος ἐγενόμην· διὰ σὲ ἁμαρτίας ἔχω· σὺ κἂν ἅπαξ μοι βοήθησον ἀντὶ τῶν πολλῶν μου κακῶν· κἂν ἅπαξ μοι εὐεργέτησον, κούφισόν μου τὸν πυρετόν, ἐλάφρυνόν μου τὴν νόσον, ἐξαγόρασόν μου τὸν θάνατον· ἐγὼ πεντήκοντα χρυσίνων ἄνθρωπον οἰκέτην ἠγόρασα.

Σὺ πορεύθητι μετὰ μυρίων χρυσίνων ἢ καὶ ἄλλων τοσούτων καὶ ἄνεσίν μοι ὠνήσατε. Οὐ λέγω σοι θάνατον τὸν ἐμὸν ἐξαγόρασον, οὐδὲ γὰρ δύνασαι. Ἀλλὰ κἂν ὀλίγων ἡμερῶν προθεσμίαν μοι ζωῆς ὠνήσατε. Κἀκεῖνος πρὸς σὲ ἀποκρίνεται. Τί ἄνθρωπε πλανᾶσαι; οὐκ ἔμαθές μου τὴν ἰσχύν, ὅτι μόνον ἐνταῦθα δι' ὀλίγου χρόνου ταραχὴν ἔχω; οὐκ εἶδες πολλάκις τὸν σήμερον πλούσιον αὔριον πένητα; οὐκ εἶδες πολλάκις τὸν σήμερον δικαστὴν αὔριον δεσμώτην; Οὐκ εἶδες πολλάκις 633 τὸν σήμερον πάντων ὑψηλότερον δεσπότην αὔριον πάντων ἐλαχιστότερον οἰκέτην; οὐκ