1

 2

 3

3

εἶδες πολλάκις ὅτι πῶς τῶν αὐτῶν δεσμῶν ἀπηλαύσαμεν κἀγὼ καὶ ὁ κεκτημένος μοι; ὀλίγον χρόνον τὴν ταραχὴν καὶ τὸν θόρυβον ἐνταῦθα ἔχω. Μὴ γὰρ εἶδές μέ ποτε ἐκδημήσαντα; οὐχ ὡς ὁ πηλὸς οὗτος λελόγισμαι τῷ δεσπότῃ, μὴ δυνάμενος ὠφελῆσαί τινα τῶν κακῶν, εἰ μὴ ὅτε πρὸς τὰς χεῖρας τῶν πενήτων διασκορπισθῶ; Ἀλλὰ θέλεις βοηθήσω σοι ἄνθρωπε; Λῦσόν με τῶν δεσμῶν τῶν ἐνταῦθα κἀγὼ λύσω σε τῶν δεσμῶν τῶν ἐκεῖσε· ἀπόλυσόν με τῆς φυλακῆς, παράδος με τοῖς πένησι, σκόρπισόν με τοῖς πτωχοῖς· "Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα". Συγχώρησον μοι θρέψαι τοὺς ὀρφανούς, ὅλως εἰ θέλεις ἵν' ἀκολουθήσω σοι.

Συγχώρησόν μοι καλύψαι τοὺς γυμνητεύοντας κἀγὼ σὲ καλύπτω ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. "Μακάριος γὰρ ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητας, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος". Θέλεις βοηθήσω σοι; Ἄφες βοηθῆσαι τοῖς πένησι· ἐλεημοσύναις γὰρ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι. ∆ιπλῆν ἔχω τὴν δύναμιν καὶ τὴν ἰσχύν. Ἐὰν ἐνταῦθα φυλαχθῶ, γίνομαι δικαστὴς ἐκεῖ καὶ καταδικάζω τοὺς φυλάσσοντάς με. "Ἡ γὰρ κρίσις ἀνίλεώς ἐστι τῷ μὴ ποιήσαντι ἔλεος". Ἐὰν ἐνταῦθα σκορπισθῶ, γίνομαι ἐλεημοσύνη καὶ ἐλεῶ τοὺς ἐλεοῦντάς με. "Μακάριοι γὰρ οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται". ∆ιὰ γὰρ τοῦτο ὁ Χριστὸς ἔλεγε· "ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, ἵνα δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους μονὰς αὐτῶν". Οὐκοῦν συγχώρησόν μοι μεταβληθῆναι τὴν φύσιν καὶ γίνομαι ἀντὶ χρυσοῦ ἐλεημοσύνη καὶ εἰσέρχομαι εἰς τὸν βασιλέα τῶν βασιλευόντων καὶ γίνομαί σοι συνήγορος μετὰ πολλῆς παρρησίας καὶ συνηγορῶ σοι καθὼς συνηγόρησα Κορνηλίῳ. "Αἱ γὰρ προσευχαί σου καὶ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ".

Φυλάξωμεν ἑαυτοὺς ἀδελφοί, γενώμεθα ἐλεήμονες καθὼς καὶ ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος ἐλεήμων ἐστίν· ὅτι αὐτῷ πρέπει τιμὴ καὶ κράτος ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.