1

 2

 3

 4

 5

2

εἶναί φημι ἐν τοσούτοις ἐρασταῖς ἀγωνιζόμενος, οὕτως ἐκκρεμαμένους ὑμᾶς ἔχων τῆς ἡμετέρας γλώττης. Τοῦτο ἐμοὶ τῆς ἀκτῖνος ταύτης γλυκύτερον, τοῦτο φωτὸς ἥδιον, τοῦτο ζωὴ, τὸ οὕτως εὐγνωμόνων ἐπιτυγχάνειν ἀκροατῶν, οὐχ ἁπλῶς κροτῆσαι, ἀλλὰ διορθωθῆναι βουλομένων, ἐπιτιμωμένων, καὶ μὴ ἀποσκιρτώντων, ἀλλὰ πρὸς τὸν ἐπιτιμῶντα καταφευγόντων. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς μετὰ πλείονος τῆς προθυμίας τῆς πρὸς ὑμᾶς ἅπτομαι διαλέξεως, καὶ τὰ λείψανα τῶν πρῴην ὑμῖν εἰρημένων ἀποδοῦναι βούλομαι σήμερον, τὴν ἐπιτίμησιν νῦν ἀφεὶς, ἵνα μὴ πάλιν τοῖς ῥᾳθύμοις ἐγκαλοῦντες, τοὺς σπουδαίους ζημιώσωμεν, ὁλόκληρον τὴν διάλεξιν εἰς τὸν ἐκείνων ἀναλίσκοντες ἔλεγχον.

Εἰ γὰρ καὶ μηδὲν παρ' ἡμῶν εἴρητο, ἱκανὸν τὸ χθὲς γενόμενον καὶ τοὺς σφόδρα μεμηνότας καὶ λυσσῶντας περὶ τὴν ἱπποδρομίαν ἀποστῆσαι τῆς ἀκαίρου ταύτης ἐπιθυμίας. Καὶ γὰρ τραγῳδίας τὴν πόλιν ἡμῖν ἐνέπλησεν ὁ φόνος ὁ χθὲς ἐν τῇ ἱπποδρομίᾳ συμβὰς, χοροὺς γυναικῶν περιέστησε, κωκυτῶν πολλῶν τὴν ἀγορὰν ἐπλήρωσε, τοῦ διὰ τῶν ἁρμάτων ἀποτμηθέντος οὕτως ἐλεεινῶς διὰ μέσου φερομένου τοῦ δήμου. Οὗτος γὰρ, ὡς ἔγνων, τῇ ἐπιούσῃ μέλλων γαμηλίους λαμπάδας ἀνάπτειν, τῶν παστάδων ὑφανθεισῶν καὶ τῶν πρὸς τὸν γάμον ηὐτρεπισμένων ἁπάντων, ὑπὸ τὴν τάξιν τὴν τοῦ ἐπάρχου τελῶν ἐν τῷ σταδίῳ κάτω διατρέχων, ἐπελθόντων τῶν ἡνιόχων καὶ πρὸς ἀλλήλους φιλονεικούντων, μέσος ἀποληφθεὶς, τὸν βίαιον τοῦτον καὶ ἐλεεινὸν ὑπέμεινε θάνατον, τὴν κεφαλὴν μετὰ τῶν ἄκρων ἀποτμηθείς.

βʹ. Εἶδες τῆς ἱπποδρομίας τὸν καρπόν; Καὶ τί πρὸς ἡμᾶς τοὺς ἄνω

καθημένους, φησί; Πρὸς ὑμᾶς μὲν οὖν μάλιστα· εἰ γὰρ μὴ ὑμεῖς σπουδὴν ἐποιεῖσθε συντρέχειν, οὐκ ἂν τὰ κάτω τελούμενα ἐγίνετο. Ἀλλ' ἵνα μὴ πάλιν φορτικώτερον ποιήσω τὸν λόγον καὶ ἀναξάνω τὸ ἕλκος, καταλιπὼν ὑμῶν τῷ συνειδότι ταῦτα, τὰ λειπόμενα τῶν πρῴην ὑμῖν εἰρημένων ἀποδοῦναι πειράσομαι. Τίνα οὖν ἦν τὰ πρῴην εἰρημένα; Ἔλεγον ὅτι θεμέλιος ὁ Χριστὸς κέκληται ὡς φέρων ἅπαντα καὶ συγκρατῶν καὶ διαβαστάζων· τοῦτο νῦν ἐξ ἀποστολικῆς ἑτέρας ῥήσεως ἀποδεῖξαι βούλομαι. Οὗτος γὰρ ὁ ἐκεῖνα εἰρηκὼς, ἑρμηνεύων ἐκείνην τὴν λέξιν, φησίν· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισμὸν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. Τί ἐστι, Φέρων; Ἡνιοχῶν, κυβερνῶν, οἰκονομῶν, διακρατῶν, συγκρα63.513 τῶν, διαβαστάζων. Οὐ γὰρ δὴ μόνον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἅπαντα παρήγαγεν, ἀλλὰ καὶ γενομένων προνοεῖ καθάπερ ὁ γεγεννηκὼς αὐτὸν Πατήρ. ∆ιὸ καὶ τοῦτο δηλῶν ἔλεγεν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. ∆ιὸ καὶ μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, οὐ μόνον ὅτι ἔλυε τὸ σάββατον, ἀλλ' ὅτι καὶ Πατέρα αὑτοῦ ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ποῦ νῦν οἱ τῶν αἱρετικῶν παῖδες, οἱ κατὰ τῆς ἑαυτῶν μαινόμενοι σωτηρίας, καὶ τῆς ἰσότητος ἀποσχίζοντες αὐτὸν τῆς πρὸς τὸν Πατέρα; ἀκουέτωσαν τοῦ εὐαγγελιστοῦ τὴν φωνήν (ὅταν δὲ τὸν εὐαγγελιστὴν εἴπω, τὸν Χριστὸν λέγω τὸν κινοῦντα αὐτοῦ τὴν ψυχήν)· ἀκουέτωσαν, καὶ ἐντραπήτωσαν, καὶ παυσάσθωσαν τοιαῦτα μαινόμενοι. Καὶ γὰρ οἱ Ἰουδαῖοι διὰ τοῦτο αὐτὸν ἐδίωκον, ὅτι ἴσον ἑαυτὸν ἔλεγε· καὶ οὗτοι διὰ τοῦτο ἀπαγχονίζονται, ὅτι ταύτην ἀναφέρομεν αὐτῷ τὴν εὐφημίαν παρ' αὐτοῦ παιδευθέντες. Ἀλλ' οὐκ αὐτοῦ, φησὶν, οὐδὲ τοῦ εὐαγγελιστοῦ αὕτη ἡ ψῆφος ἦν, ἀλλὰ τῶν Ἰουδαίων.

Μάλιστα μὲν, εἰ καὶ τῶν Ἰουδαίων ἦν, καὶ τοῦτό σου μέγιστον ἔγκλημα καὶ ἐσχάτη κατηγορία, ὅτι ἅπερ οἱ ἀγνώμονες Ἰουδαῖοι συνεῖδον ἀπὸ τῶν ῥημάτων κατασκευαζόμενα, ταῦτα αὐτὸς ἐθελοκωφῶν οὐχ ὁρᾷς. Οὐ γὰρ δὴ οἴκοθεν αὐτὰ εἰσῆγον, ἀλλ' ἀφ' ὧν ὁ Χριστὸς ἔλεγε συλλογιζόμενος αὐτούς. Καὶ ἵνα μάθῃς ὅτι