1

 2

 3

 4

 5

4

εὑρήσει με ἐν τῇ κοιλίᾳ αὐτοῦ ὡς Θεὸν ἐργαζόμενον. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Καταπίῃ τὴν ζύμην τοῦ σώματος, καὶ εὑρήσει τὸν ἄνθρακα τὸν ἄσβεστον τῆς θεότητος, δεινῶς αὐτὸν ἔνδοθεν κατακαίοντα· Πῦρ γὰρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Λαλήσω ὡς ἀρνίον, οὐ θέλω βλέπειν αὐτὸν τὴν στίλβουσαν μάχαιραν τῆς θεότητος, ἵνα μὴ φύγῃ ὁ λύκος. Καταπίῃ με ὡς ἀρνίον, καὶ ὑπὸ τῆς ἔνδοθεν τῆς τριστόμου μαχαίρας κατακεντηθήσεται· Οὐκ ἦλθον γὰρ εἰρήνην βαλεῖν αὐτῷ, ἀλλὰ μάχαιραν. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω.

Κρύπτω τὸν ποιμένα Θεὸν ἐν τῷ ἀρνίῳ τοῦ σώματος· οὐ θέλω φανερῶσαι τὸν ποιμένα Θεὸν, ἵνα μὴ φύγῃ ὁ λύκος· ἐὰν ἴδῃ τὸν ποιμένα, ἀφίσταται ὁ λύκος. Λαλήσω ὡς ἀρνίον. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Λαλήσω ὡς ἀρνίον μὴ ἔχον ποιμένα· ἐγενόμην γὰρ ὡσεὶ ἄνθρωπος ἀβοήθητος. Καταπίῃ με ὡς ἀρνίον, καὶ ὑπὸ τοῦ ἔνδοθεν ποιμένος τῇ βακτηρίᾳ τοῦ σταυροῦ συνθλασθήσεται. Μασήσεται τὸν κόκκον τοῦ σινάπεως, καὶ εὑρήσει τὴν δριμύτητα τῆς θεότητος δεινῶς αὐτὸν βασανίζουσαν· μασήσεταί με ὡς ἄνθρωπον, καὶ εὑρήσει τὴν στεῤῥὰν πέτραν σφοδρῶς τοὺς ὀδόντας αὐτοῦ συγκλῶσαν· ἵνα μάθῃ μηκέτι ἀνθρώπους μασᾶσθαι· καὶ πληρωθήσεται τὸ γεγραμμένον, Ὁ δὲ Θεὸς συνθλάσει τοὺς ὀδόντας αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Εἰ ᾔδει ὁποῖόν ἐστι τὸ ποτήριον τοῦτο, ὅπερ ἐγὼ εἰρωνείᾳ ἀπεύχομαι, ἐκεῖνος ἂν ηὔξατο παρελθεῖν· κατ' ἐκείνου γάρ ἐστι κεντητήριον, τοῖς δὲ ἐμοῖς σωτήριον. Ὅταν με καταπίῃ, τότε αἰσθήσεται ὃν κατέπιεν· ὅταν ἴδῃ δι' ἐμὲ ἥλιον ἀφανιζόμενον, ἡμέραν σκοτιζομένην, τότε καὶ αὐτὸς πικρανθήσεται· καὶ πληρωθήσεται τὸ γεγραμμένον· Ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω.

Μὴ οὖν σκανδαλιζέτω ὑμᾶς τὰ τοιαῦτα ῥήματα ἐν σοφίᾳ λεγόμενα· ἐκδέξασθε καὶ ὄψεσθε τὴν ἔκβασιν τῶν λόγων μου, καὶ τότε θαυμάσετε τὴν σοφίαν τῶν ῥημάτων μου. Νομίζει μωρόν μου τὸ τέχνασμα εἶναι· καὶ οὐκ οἶδεν ὅτι Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί· νομίζει ἐκ τῶν τοιούτων ἀσθενέστατόν με εἶναι, καὶ οὐκ οἶδεν ὅτι Τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν· οὐκ οἶδεν, ὅτι ἐγὼ μὲν πίνω τὸ ποτήριον, ἐκεῖνος δὲ μεθυσθήσεται καὶ σκοτισθήσεται, οἱ δὲ ἐμοὶ ἐξυπνισθήσονται καὶ ἐγερθήσονται. Νῦν χαίρει ἀκούων τῶν τοιούτων μου ῥημάτων, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω· ὅταν μέντοι καταπίῃ με, ὅταν ἴδῃ πέτρας σχιζομένας, καὶ τὰ μνημεῖα καὶ τοὺς τάφους ἀναῤῥηγνυμένους, κἀκεῖνον αὐτὸν ῥαχιζόμενον, καὶ τοὺς νεκροὺς ἀναπηδῶντας καὶ εἰς οὐρανοὺς ἁλλομένους, τότε μετανοήσει καὶ πενθήσει ἐφ' οἷς νῦν χαίρει. Οὐκ οἶδεν ὅτι, ἣν ἱστᾷ παγίδα, ἑαυτῷ ἱστᾷ, καὶ αὐτὸς ἐμπεσεῖται, κατὰ τὸ γεγραμμένον· Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο· οὐκ οἶδεν ὅτι ὃν μέλλει ἱστᾷν σταυρὸν, ἐμοὶ μέν ἐστι παστὸς, ἐκείνῳ δὲ σταυρός· ἐμοὶ μέν ἐστι θάλαμος, ἐκείνῳ δὲ θάνατος. Ὢ ποτήριον, διαβόλου κεντητήριον, δαιμόνων φυγαδευτήριον, ἁμαρτιῶν λικμητήριον, ζωῆς ἐργαστήριον, ἁμαρτωλῶν ἱλαστήριον, ἀθανασίας ποτήριον! Πλὴν, οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Ἔγνω ὁ δύστηνος ὅτι, ὅσα εἶπον, ἐγένετο· ἤκουσέ μου λέγοντος· Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς μου· ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις. Νῦν δὲ ἐπειδὴ ηὐξάμην παρελθεῖν τὸ ποτήριον τοῦ θανάτου, ἵνα μὴ νομίσας διὰ τῆς εὐχῆς μου παρέρχε 61.755 σθαι τὸ ποτήριον, χαῦνος γένηται περὶ τὸ πρᾶγμα τοῦ σταυροῦ, τῆς εὐχῆς μου τὴν ἔκβασιν ἀμφίβολον ποιῶ, καὶ λέγω, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Τῷ Πατρί μου προσάπτω τοῦ θανάτου τὴν ἐξουσίαν· καίτοι αὐτὸς ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Κρύπτω τὸ θεϊκόν μου ἀξίωμα πετάλοις λογικοῖς· κρύπτω τὸ ἐξουσιαστικόν μου τῆς θεότητος λόγοις