1

 2

 3

 4

 5

 6

 7

 8

2

πολλῆς τῆς πληροφορίας, ὅτι δεῖ τοῦτο γενέσθαι, καὶ ὅτι πάντως ἔσται. Ἄκουε γοῦν πῶς διαφόρως ἅπαντες τὸν σταυρὸν ἀπαγγέλλουσι.

Πρῶτος ὁ πατριάρχης Ἰακώβ· πρὸς γὰρ αὐτὸν ἀποτείνων τὸν λόγον φησίν· Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· βλαστὸν τὴν Παρθένον, καὶ τὸ ἄχραντον τῆς Μαρίας ἐμφαίνων. Εἶτα τὸν σταυρὸν δηλῶν ἔλεγεν· Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος λέοντος, τίς ἐγερεῖ αὐτόν; Τὸν γὰρ θάνατον αὐτοῦ κοίμησιν ἐκάλεσε καὶ ὕπνον, καὶ τῷ θανάτῳ συνῆψε τὴν ἀνάστασιν, λέγων· Τίς ἐγερεῖ αὐτόν; Ἄλλος μὲν οὐδεὶς, αὐτὸς δὲ ἑαυτόν. ∆ι' ὃ καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· καὶ πάλιν· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Τί δέ ἐστιν, Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων; Ὥσπερ γὰρ ὁ λέων οὐκ ἐγρηγορὼς μόνον, ἀλλὰ καὶ καθεύδων ἐστὶ φοβερός· οὕτω καὶ ὁ Χριστὸς οὐ πρὸ τοῦ σταυροῦ μόνον, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ σταυρῷ, καὶ ἐν αὐτῇ τῇ τελευτῇ φοβερὸς ἦν, καὶ τὰ μεγάλα τότε εἰργάζετο θαύματα, ἥλιον ἀποστρέφων, πέτρας τέμνων, τὴν γῆν κλονῶν, τὸ καταπέτασμα σχίζων, τὴν γυναῖκα τοῦ Πιλάτου δεδιττόμενος, τὸν Ἰούδαν ἐλέγχων.

Τότε γὰρ ἔλεγεν· Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. Καὶ ἡ γυνὴ τοῦ Πιλάτου ἐδήλου· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ τούτῳ· πολλὰ γὰρ ἔπαθον κατ' ὄναρ δι' αὐτόν. Τότε τὸ σκότος τὴν οἰκουμένην κατελάμβανε, καὶ νὺξ ἐν ἡμέρᾳ μέσῃ ἐφαίνετο· τότε ὁ θάνατος ἐτήκετο, καὶ ἡ τυραννὶς αὐτοῦ κατελύετο· πολλὰ γοῦν 51.33 σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη. Ταῦτα ἄνωθεν προλέγων ὁ πατριάρχης, καὶ δεικνὺς ὅτι καὶ σταυρούμενος ἔσται φοβερὸς, Ἀναπεσὼν, φησὶν, ἐκοιμήθης ὡς λέων· καὶ οὐκ εἶπε, Κοιμηθήσῃ, ἀλλ' Ἐκοιμήθης, διὰ τὸ πάντως ἐσόμενον. Ἔθος γὰρ τοῖς προφήταις πολλαχοῦ τὰ μέλλοντα ὡς προγεγενημένα προλέγειν. Ὥσπερ γὰρ οὐκ ἔνι τὰ γεγενημένα μὴ γεγενῆσθαι, οὕτως οὐδὲ τοῦτο, καίτοι μέλλον ὂν, μὴ γενέσθαι. ∆ιά τοι τοῦτο τῷ σχήματι τοῦ παρῳχηκότος χρόνου τὰ μέλλοντα προαναφωνοῦσι, τὸ ἀδιάπτωτον αὐτῶν καὶ πάντως ἐσόμενον διὰ τούτων ἐνδεικνύμενοι. Οὕτω καὶ ὁ ∆αυῒδ τὸν σταυρὸν δηλῶν ἔλεγεν· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου. Οὐκ εἶπεν, Ὀρύξουσιν, ἀλλ', Ὤρυξαν. Ἐξηρίθμησανπάντα τὰ ὀστᾶ μου. Καὶ οὐ τοῦτο λέγει μόνον, ἀλλὰ καὶ τὰ παρὰ τῶν στρατιωτῶν γεγονότα· ∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ χολὴν αὐτὸν ἐψώμισαν, καὶ ὄξος ἐπότισαν. Ἔδωκαν γὰρ, φησὶν, εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Ἕτερος δὲ πάλιν ὅτι λόγχῃ αὐτὸν ἔπαισάν φησιν· Ὄψονται, γὰρ εἰς ὃν ἐξεκέντησαν. Ὁ δὲ Ἡσαΐας ἑτέρως πάλιν τὸν σταυρὸν προαναφωνῶν ἔλεγεν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη.

βʹ. Σὺ δέ μοι παρατήρει πῶς ἕκαστος τούτων, ὡς περὶ παρῳχηκότων

διαλέγεται, τὸ πάντως ἐσόμενον καὶ ἀναντιῤῥήτως ἐκβησόμενον διὰ τοῦ χρόνου τούτου δηλῶν. Οὕτω καὶ ὁ ∆αυῒδ τὸ δικαστήριον τοῦτο ὑπογράφων ἔλεγεν· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Οὐ τὸ δικαστήριον δὲ λέγει μόνον, καὶ τὸν σταυρὸν, καὶ τὰ ἐν τῷ σταυρῷ, ἀλλὰ καὶ τὸν προδεδωκότα, ὅτι ὁμοδίαιτος καὶ ὁμοτράπεζος ἦν· Ὁ γὰρ ἐσθίων, φησὶν, ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν.

Καὶ τὴν φωνὴν δὲ οὕτω προλέγει, ἢν ἔμελλεν ἀφιέναι ἐν τῷ σταυρῷ, λέγων· Ὁ Θεὸς, ὁ Θεός μου, ἵνα τί ἐγκατέλιπές με; Καὶ τὸν τάφον πάλιν· Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς, καὶ ἐν σκιᾷ θανάτου. Καὶ τὴν ἀνάστασιν· Οὐ γὰρ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.