1

 2

 3

 4

 5

 6

 7

 8

4

Ὁ γὰρ σταυρὸς τὴν ἔχθραν τοῦ Θεοῦ κατέλυσε τὴν πρὸς τοὺς ἀνθρώπους, τὰς καταλλαγὰς ἐκόμισε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους τοῖς ἀγγέλοις ἀνέμιξε, τοῦ θανάτου τὴν ἀκρόπολιν κατήγαγε, τοῦ διαβόλου τὴν ἰσχὺν ἐξενεύρωσε, τῆς ἁμαρτίας τὴν δύναμιν ἠφάνισε, τὴν γῆν τῆς πλάνης ἀπήλλαξε, τὴν ἀλήθειαν ἐπανήγαγε, τοὺς δαίμονας ἀπήλασε, ναοὺς καθεῖλε, βωμοὺς ἀνέτρεψε, κνίσσαν ἠφάνισε, τὴν ἀρετὴν κατεφύτευσε, τὰς Ἐκκλησίας ἐῤῥίζωσε. Σταυρὸς, τὸ τοῦ Πατρὸς θέλημα, ἡ τοῦ Υἱοῦ δόξα, τὸ τοῦ Πνεύματος ἀγαλλίαμα, τὸ τοῦ Παύλου καύχημα· Ἐμοὶ γὰρ, φησὶ, μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Σταυρὸς ὁ τοῦ ἡλίου φανότερος, ὁ τῆς ἀκτῖνος φαιδρότερος· ὅταν γὰρ ἐκεῖνος σκοτίζηται, τότε οὗτος λάμπει· σκοτίζεται δὲ ὁ ἥλιος τότε οὐκ ἀφανιζόμενος, ἀλλὰ νικώμενος τῇ τοῦ σταυροῦ φαιδρότητι. Σταυρὸς τὸ χειρόγραφον ἡμῶν διέῤῥηξε, τοῦ θανάτου τὸ δεσμωτήριον ἄχρηστον ἐποίησε, σταυρὸς τῆς τοῦ Θεοῦ ἀγάπης ἡ ἀπόδειξις.

Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται. Καὶ πάλιν ὁ Παῦλος· Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ. Σταυρὸς τὸ τεῖχος τὸ ἀῤῥαγὲς, τὸ ὅπλον τὸ ἀχείρωτον, τῶν πλουτούντων ἡ ἀσφάλεια, τῶν πενήτων ἡ εὐπορία, τῶν ἐπιβουλευομένων τὸ τεῖχος, τῶν πολεμουμένων τὸ ὅπλον, τῶν παθῶν ἡ ἀναίρεσις, τῆς ἀρετῆς ἡ κτῆσις, τὸ σημεῖον τὸ θαυμαστὸν καὶ παράδοξον. Σημεῖον γὰρ ἐπιζητεῖ ἡ γενεὰ αὕτη· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. Καὶ πάλιν ὁ Παῦλος· Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον. Σταυρὸς παράδεισον ἠνέῳξε, λῃστὴν εἰσήγαγε, τὸ τῶν ἀνθρώπων γένος ἀπόλλυσθαι μέλλον καὶ οὐδὲ τῆς γῆς ἄξιον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν ἐχειραγώγησε. Τοσαῦτα ἀγαθὰ ἀπὸ τοῦ σταυροῦ καὶ γέγονε καὶ γίνεται, καὶ οὐ βούλεται σταυρωθῆναι, εἰπέ μοι; Καὶ τίς ἂν τοῦτο εἴποι; Εἰ δὲ μὴ ἐβούλετο, τίς αὐτὸν ἠνάγκασε; τίς ἐβιάσατο; τί δὲ καὶ προέπεμψε προφήτας ἀπαγγέλλοντας, ὅτι σταυρωθήσεται, μὴ μέλλων σταυροῦσθαι, μηδὲ βουλόμενος τοῦτο ὑπομεῖναι; Τίνος δὲ ἕνεκεν καὶ ποτήριον καλεῖ τὸν σταυρὸν, εἴ γε μὴ ἐβούλετο σταυρωθῆναι; Τοῦτο γὰρ ἐνδεικνυμένου ἐστὶ τὴν ἐπιθυμίαν, ἣν ἔχει περὶ τὸ πρᾶγμα. Ὥσπερ γὰρ τοῖς διψῶσι τὸ ποτήριον ἡδὺ, οὕτω καὶ αὐτῷ τὸ σταυρωθῆναι· δι' ὃ καὶ ἔλεγεν· Ἐπιθυμίᾳ ἐπεθύμουν τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν, οὐχ ἁπλῶς εἰπὼν τοῦτο, ἀλλὰ διὰ τὴν αἰτίαν ταύτην, ἐπειδὴ μετὰ τὴν ἑσπέραν ὁ σταυρὸς αὐτὸν διεδέχετο.

γʹ. Ὁ τοίνυν καὶ δόξαν τὸ πρᾶγμα καλῶν, καὶ τῷ μαθητῇ ἐπιτιμῶν, ὅτι

διεκώλυεν αὐτὸν, καὶ τὸν καλὸν ποιμένα ἐντεῦθεν δεικνὺς ἀπὸ τοῦ σφάττεσθαι ὑπὲρ τῶν προβάτων, καὶ ἐπιθυμίᾳ ἐπιθυμεῖν λέγων 51.36 τὸ πρᾶγμα, καὶ ἑκὼν ἐπὶ τοῦτο ἐρχόμενος, πῶς παρακαλεῖ μὴ γενέσθαι τοῦτο; Εἰ δὲ μὴ ἐβούλετο, τί δύσκολον ἦν διακωλῦσαι τοὺς ἐρχομένους ἐπὶ τοῦτο; Νῦν δὲ καὶ ὁρᾷς αὐτὸν ἐπιτρέχοντα τῷ πράγματι. Ὅτε γοῦν ἐπῆλθον αὐτῷ, λέγει· Τίνα ζητεῖτε; Οἱ δὲ λέγουσιν· Ἰησοῦν. Καὶ λέγει αὐτοῖς· Ἰδοὺ, ἐγώ εἰμι· καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί. Οὕτω πηρώσας αὐτοὺς πρότερον καὶ δείξας, ὅτι ἠδύνατο διαφυγεῖν, τότε ἐξέδωκεν ἑαυτὸν, ἵνα μάθῃς ὅτι οὐκ ἀνάγκῃ, οὐδὲ βίᾳ, οὐδὲ τῇ τυραννίδι τῶν ἐπελθόντων ἄκων τοῦτο ὑπέμεινεν, ἀλλ' ἑκὼν, καὶ προαιρούμενος καὶ βουλόμενος, καὶ ἐκ πολλοῦ ταῦτα οἰκονομῶν. ∆ιὰ τοῦτο καὶ προφῆται προεπέμποντο, καὶ πατριάρχαι προὔλεγον, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων ὁ σταυρὸς προδιετυποῦτο. Καὶ γὰρ τοῦ Ἰσαὰκ ἡ σφαγὴ τὸν σταυρὸν ἐδήλου ἡμῖν· δι' ὃ καὶ ἔλεγεν· Ἀβραὰμ, ὁ πατὴρ ὑμῶν, ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν δόξαν τὴν ἐμὴν, καὶ εἶδε, καὶ ἐχάρη. Εἶτα ὁ μὲν πατριάρχης ἐχάρη βλέπων τὴν εἰκόνα τοῦ σταυροῦ, αὐτὸς δὲ παραιτεῖται τὸ πρᾶγμα; Καὶ