1

 2

 3

 4

 5

 6

 7

 8

5

Μωϋσῆς δὲ οὕτω τοῦ Ἀμαλὴκ περιεγένετο, ἐπειδὴ τὸν τύπον ἐπεδείκνυτο τοῦ σταυροῦ· καὶ μυρία ἂν ἴδοι τις ἐν τῇ Παλαιᾷ γινόμενα, τὸν σταυρὸν προδιαγράφοντα. Τίνος οὖν ἕνεκεν οὕτως ἐγένετο, εἴ γε ὁ σταυροῦσθαι μέλλων οὐκ ἐβούλετο τοῦτο γίνεσθαι; Καὶ τὸ μετὰ τοῦτο δὲ ἔτι ἀπορώτερον. Εἰπὼν γὰρ, Παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, ἐπήγαγε, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Ἐντεῦθεν γὰρ, ὅσον κατὰ τὴν ῥῆσιν, δύο θελήματα ἐναντία ἀλλήλοις εὑρίσκομεν, εἴ γε ὁ μὲν Πατὴρ βούλεται αὐτὸν σταυρωθῆναι, αὐτὸς δὲ οὐ βούλεται. Καίτοι γε πανταχοῦ ὁρῶμεν αὐτὸν τὰ αὐτὰ τῷ Πατρὶ βουλόμενον, τὰ αὐτὰ προαιρούμενον. Καὶ γὰρ ὅταν λέγῃ, ∆ὸς αὐτοῖς, καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, οὐδὲν ἄλλο λέγει, εἰ μὴ τὸ μίαν εἶναι γνώμην Πατρὸς καὶ Υἱοῦ. Καὶ ὅταν λέγῃ, Τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ, οὐ λαλῶ ἐγὼ, ἀλλ' ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα ταῦτα, τοῦτο ἐνδείκνυται.

Καὶ ὅταν λέγῃ, Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, καὶ, Οὐ δύναμαι ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδὲν, οὐ τοῦτο δηλῶν λέγει, ὅτι ἐξουσίας ἀπεστέρηται ἢ τοῦ λαλεῖν ἢ τοῦ ποιεῖν, (ἄπαγε!) ἀλλὰ μετὰ ἀκριβείας δεῖξαι βουλόμενος σύμφωνον αὐτοῦ τὴν γνώμην, καὶ τὴν ἐν ῥήμασι, καὶ τὴν ἐν πράγμασι, καὶ τὴν ἐν πάσαις οἰκονομίαις πρὸς τὸν Πατέρα μίαν καὶ τὴν αὐτὴν οὖσαν, καθὼς καὶ ἤδη πολλάκις ἀπεδείξαμεν. Τὸ γὰρ, Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, οὐκ ἐξουσίας ἀναίρεσις, ἀλλὰ συμφωνίας ἐστὶν ἀπόδειξις. Πῶς οὖν ἐνταῦθά φησι, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ; Τάχα εἰς πολὺν ὑμᾶς ἀγῶνα ἐνεβάλομεν, ἀλλὰ διανάστητε· εἰ γὰρ καὶ πολλὰ τὰ εἰρημένα, ἀλλ' εὖ οἶδα ὅτι νεάζει ὑμῶν ἡ προθυμία· πρὸς γὰρ αὐτὴν λοιπὸν τὴν λύσιν ὁ λόγος ἐπείγεται. Τίνος οὖν ἕνεκεν οὕτως εἴρηται; Προσέχετε μετὰ ἀκριβείας. Πολὺ δυσπαράδεκτος ἦν ὁ τῆς σαρκώσεως λόγος. Ἡ γὰρ ὑπερβολὴ τῆς φιλανθρωπίας αὐτοῦ, καὶ τὸ μέγεθος τῆς συγκαταβάσεως τοῦτο φρίκης ἔγεμε, καὶ πολλῆς ἐδέετο κατα 51.37 σκευῆς, ὥστε παραδεχθῆναι. Ἐννόησον γὰρ ἡλίκον ἦν ἀκοῦσαι καὶ μαθεῖν, ὅτι ὁ Θεὸς, ὁ ἄῤῥητος, ὁ ἄφθαρτος, ὁ ἀπερινόητος, ὁ ἀόρατος, ὁ ἀκατάληπτος, Οὗ ἐν τῇ χειρὶ τὰ πέρατα τῆς γῆς, Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζων αὐτὰ, οὗ τὴν ῥοπὴν τῆς συγκαταβάσεως οὐδὲ τὰ Χερουβὶμ ἐνεγκεῖν ἠδυνήθησαν, ἀλλὰ τὰς ὄψεις ἀπέκρυπτον τῇ προβολῇ τῶν πτερύγων· οὗτος ὁ πάντα νοῦν ὑπερβαίνων, καὶ πάντα λογισμὸν νικῶν, παραδραμὼν ἀγγέλους ἀρχαγγέλους, πάσας τὰς ἄνω νοερὰς δυνάμεις, κατεδέξατο γενέσθαι ἄνθρωπος, καὶ σάρκα τὴν ἀπὸ γῆς καὶ πηλοῦ πλασθεῖσαν ἀναλαβεῖν, καὶ εἰς μήτραν ἐλθεῖν παρθενικὴν, καὶ ἐνναμηνιαῖον κυοφορηθῆναι χρόνον, καὶ γαλακτοτροφηθῆναι, καὶ τὰ ἀνθρώπινα πάντα παθεῖν. Ἐπεὶ οὖν οὕτω παράδοξον ἦν τὸ μέλλον ἔσεσθαι, ὡς καὶ γενόμενον παρὰ πολλοῖς ἀπιστεῖσθαι, πρῶτον προφήτας προπέμπει, τοῦτο αὐτὸ ἀπαγγέλλοντας. Καὶ γὰρ ὅ τε πατριάρχης αὐτὸ προανεφώνει λέγων, Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων· ὅτε Ἡσαΐας λέγων, Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· καὶ ἕτερος πάλιν, Εἴδομεν αὐτὸν ὡς παιδίον, ὡς ῥίζαν ἐν γῇ διψώσῃ. Γῆν δὲ διψῶσαν τὴν μήτραν λέγει τὴν παρθενικὴν, διὰ τὸ μὴ δέξασθαι σπέρμα ἀνθρώπου, μηδὲ συνουσίας ἀπολαῦσαι, ἀλλὰ χωρὶς γάμων αὐτὸν τεκεῖν.

Καὶ πάλιν, Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν· καὶ πάλιν, Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Ὁ δὲ Βαροὺχ ὁ ἐν Ἱερεμίᾳ φησίν· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Καὶ ὁ ∆αυῒδ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν δηλῶν ἔλεγε·