1

 2

 3

 4

 5

 6

 7

 8

1

In illud: Propter fornicationes autem unusquisque suam uxore

ΕΙΣ ΤΟ ΑΠΟΣΤΟΛΙΚΟΝ ΡΗΤΟΝ ∆ιὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω.

51.207

αʹ. Πρὸς τὰς τοῦ μέλιτος πηγὰς καὶ τήμερον ὑμᾶς χειραγωγῆσαι βούλομαι, μέλιτος οὐδέποτε κόρον ἔχοντος. Τοιαύτη γὰρ τῶν Παύλου ῥημάτων ἡ φύσις, καὶ πάντες δὲ, ὅσοι πληροῦσι τὰς ἑαυτῶν καρδίας ἐκ τῶν πηγῶν τούτων, διὰ τοῦ Πνεύματος τοῦ ἁγίου φθέγγονται· μᾶλλον δὲ καὶ μέλιτος ἀρετὴν ἀπο κρύπτει πᾶσαν ἡ τῶν θείων ἡδονὴ λογίων. Καὶ τοῦτο δηλῶν ὁ Προφήτης ἔλεγεν, Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Οὐ μέλιτος δέ ἐστιν ἡδίων μόνον, ἀλλὰ καὶ χρυσίου καὶ λίθου παντὸς τιμιωτέρα καὶ ἀργυρίου παντὸς κα θαρωτέρα ἡ ἡδονὴ τῶν θείων λογίων.

Τὰ λόγια γὰρ Κυρίου, φησὶ, λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως. ∆ιὰ τοῦτο καί τις σοφὸς ἔλεγεν· Ἐσθίειν μέλι πολὺ 51.208.20 οὐ καλὸν, τιμᾷν δὲ χρὴ λόγους ἐνδόξους. Ἐξ ἐκεί νου μὲν γὰρ καὶ νόσος οὐκ οὖσα τίκτεται πολλάκις, ἀπὸ δὲ τούτων καὶ τὴν οὖσαν ἀῤῥωστίαν ἀποθέσθαι δυνάμεθα· καὶ τὸ μὲν μέλι κατὰ πέψιν διαφθείρεται, τὰ δὲ λόγια τὰ θεῖα, ὅταν πεφθῇ, τότε καὶ ἡδίω γίνε ται καὶ χρησιμώτερα, αὐτοῖς τε τοῖς ἔχουσι, καὶ ἑτέ ροις πολλοῖς. Καὶ τραπέζης μέν τις αἰσθητῆς μετὰ δαψιλείας ἀπολαύων, εἶτα ἐκεῖθεν ἐρευγόμενος, ἀηδὴς τῷ κοινωνοῦντι γίνεται· ἀπὸ διδασκαλίας δέ τις ἐρευξάμενος πνευματικῆς, πολλῆς τῆς εὐωδίας μετα δίδωσι τῷ πλησίον. Ὁ γοῦν ∆αυῒδ τοιαύτης συνεχῶς ἀπολαύων ἑστιάσεως ἔλεγεν, Ἐξηρεύξατο ἡ καρ δία μου λόγον ἀγαθόν. Ἔστι γὰρ καὶ πονηρὸν λό γον ἐρεύξασθαι. Καὶ καθάπερ ἐπὶ τῆς αἰσθητῆς τρα πέζης κατὰ τὴν φύσιν τῶν ἐδεσμάτων καὶ ἡ τῆς ἐρυγῆς ποιότης ἐκδίδοται· οὕτω δὴ καὶ ἐπὶ τῆς τῶν ῥημάτων δυνάμεως, οἷάπερ ἂν σιτῶνται, τοιαῦτα 51.209 καὶ ἐρεύγονται πολλοὶ τῶν ἀνθρώπων.

Οἷον ἐὰν εἰς θέατρον ἀναβῇς καὶ πορνικῶν ᾀσμάτων ἀκούσῃς, τοιαῦτα καὶ ἐρεύξῃ πάντως εἰς τὸν πλησίον ῥήματα· ἂν δὲ εἰς τὴν ἐκκλησίαν ἐλθὼν, μετάσχῃς ἀκουσμά των πνευματικῶν, τοιαύτας ἕξεις καὶ τὰς ἐρυγάς. ∆ιὰ τοῦτο καὶ ὁ Προφήτης ἔλεγεν, Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, τῆς τραπέζης, ἧς ἀεὶ μετεῖχε, τὴν βρῶσιν ἡμῖν ἐνδεικνύμενος. Τούτῳ καὶ ὁ Παῦλος πειθόμενος, παρῄνει λέγων· Πᾶς λό γος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέ σθω, ἀλλ' εἴ τις ἀγαθός. Καὶ τίς ἐστιν ὁ σαπρὸς, φησίν; Ἐὰν μάθῃς τὸν ἀγαθὸν, τότε εἴσῃ καὶ τὸν σαπρόν· πρὸς γὰρ τὴν ἀντιδιαστολὴν ἐκείνου τοῦ τον τέθεικε. Τίς οὖν ἐστιν ὁ ἀγαθὸς, οὐδὲν δεήσῃ παρ' ἐμοῦ μαθεῖν· αὐτὸς γὰρ ἡμῖν αὐτοῦ τὴν φύσιν ἡρμήνευσεν. Εἰπὼν γὰρ, Εἴ τις ἀγαθὸς, ἐπήγαγε, Πρὸς οἰκοδομὴν τῆς Ἐκκλησίας, δεικνὺς ὅτι οὗτός ἐστιν ἀγαθὸς ὁ τὸν πλησίον οἰκοδομῶν. Ὥσπερ οὖν ὁ οἰκοδομῶν, ἀγαθὸς, οὕτως ὁ καθαιρῶν, σαπρὸς καὶ φαῦλος. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, εἰ μὲν ἔχεις τι τοιοῦτον εἰπεῖν, ὃ δύναται βελτίω ποιῆσαι τὸν ἀκούοντα, μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας· εἰ δὲ μηδὲν τοι οῦτον ἔχεις, ἀλλὰ πονηρὰ καὶ διεφθαρμένα ῥήματα, σίγησον, μὴ κατηγορήσῃς τοῦ πλησίον.

Οὗτος γὰρ ὁ λόγος σαπρός ἐστιν, οὐκ οἰκοδομῶν τὸν ἀκούοντα, ἀλλὰ καὶ καταστρέφων. Ἄν τε γὰρ ἀρετῆς ἐπιμε λῆται, πρὸς ἀπόνοιαν αἴρεται πολλάκις· ἄν τε ἠμε λημένος ᾖ, ῥᾳθυμότερος γίνεται. Ἂν αἰσχρὸν μέλλῃς φθέγγεσθαι ῥῆμα καὶ γέλωτος γέμον, σίγησον. Καὶ γὰρ καὶ οὗτος ὁ λόγος σαπρός ἐστι, τόν τε λέγοντα τόν τε ἀκούοντα ἀσελγεστέρους ποιῶν, καὶ τὰς ἐν ἑκάστῳ πονηρὰς ἐπιθυμίας ἀνάπτων.