1

 2

 3

 4

 5

 6

 7

 8

2

Ὥσπερ οὖν τῷ πυρὶ τὰ ξύλα τροφὴ γίνεται καὶ ὕλη, οὕτω τοῖς πονηροῖς βου λεύμασι τὰ ῥήματα. ∆ιὰ τοῦτο οὐ χρὴ πάντα, ἅπερ ἂν ἔχωμεν ἐν διανοίᾳ, φθέγγεσθαι πάντως· ἀλλὰ σπουδάζειν μὲν καὶ τῆς διανοίας αὐτῆς ἐξορίζειν τὰς πονηρὰς ἐπιθυμίας καὶ πᾶσαν αἰσχρὰν ἔννοιαν. Εἰ δέ ποτε λαθόντες παραδεξόμεθα ῥυπαροὺς λογισμοὺς, μηδέποτε διὰ τῆς γλώττης αὐτοὺς ἐκφέρωμεν, ἀλλ' ἀποπνίγωμεν αὐτοὺς διὰ τῆς σιγῆς. Καὶ γὰρ καὶ θη ρία καὶ ἑρπετὰ εἰς λάκκον ἐμπίπτοντα, ἂν μὲν εὕρῃ τινὰ διέξοδον ἄνωθεν, ἀναβάντα ἀγριώτερα γίνεται· ἂν δὲ μένῃ κάτω διηνεκῶς συγκεκλεισμένα, πάντοθεν ἀπόλλυται ῥᾳδίως καὶ ἀφανίζεται· οὕτω δὴ καὶ τὰ πονηρὰ ἐνθυμήματα, ἂν μὲν εὕρῃ τινὰ διὰ τοῦ στό ματος ἡμῶν καὶ τῶν ῥημάτων ἔξοδον, ἀνάπτει τὴν ἔνδον φλόγα· ἂν δὲ ἀποκλείσῃς αὐτὰ διὰ τῆς σιγῆς, ἀσθενέστερα γίνεται, καὶ καθάπερ λιμῷ τηκόμενα τῇ σιωπῇ, ταχέως ἐναποθνήσκει τῇ διανοίᾳ. Ὥστε κἂν ἐπιθυμήσῃς τινὰ αἰσχρὰν ἐπιθυμίαν, μὴ φθέγξῃ δὲ ῥῆμα αἰσχρὸν, κατέσβεσας καὶ τὴν ἐπιθυμίαν.

Οὐκ ἔχεις διάνοιαν καθαράν; Κἂν στόμα ἔχε καθαρὸν, καὶ μὴ κενώσῃς ἔξω τὸν βόρβορον, ἵνα μὴ καὶ ἕτερον καὶ σαυτὸν καταβλάψῃς. Οὐ γὰρ τοῖς λέγουσι μόνον, ἀλλὰ καὶ τοῖς ἀκούουσιν αἰσχρὰ φθεγγομένων ἑτέρων πολλὴ προσγίνεται κηλίς. ∆ιὰ τοῦτο παραινῶ καὶ 51.210 συμβουλεύω, μὴ μόνον τοῦ λέγειν τὰ τοιαῦτα, ἀλλὰ καὶ λεγόντων ἑτέρων τοῦ ἀκούειν ἀπέχεσθαι, καὶ τῷ θείῳ προσηλῶσθαι νόμῳ διηνεκῶς. Τὸν γὰρ τοιοῦτον καὶ ὁ Προφήτης μακαρίζει, λέγων· Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέ λημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.

βʹ. Ἐν μὲν οὖν τοῖς ἔξωθεν συλλόγοις, εἰ καί τι λε χθείη ποτὲ χρηστὸν, ἀλλ'

ἐν πολλοῖς τοῖς φαύλοις μό λις ἓν ὑγιὲς οἱ πολλοὶ φθέγγονται· ἐπὶ δὲ τῶν θείων Γραφῶν τοὐναντίον ἅπαν· πονηρὸν μὲν οὐδένα οὐδέ ποτε ἀκούσῃ λόγον, πάντας δὲ σωτηρίας καὶ πολλῆς γέμοντας φιλοσοφίας· οἷα δὴ καὶ τὰ σήμερον ἡμῖν ἀναγνωσθέντα. Τίνα δὲ ταῦτά ἐστι; Περὶ δὲ ὧν ἐγρά ψατέ μοι, φησὶ, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτε σθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα. Περὶ γάμων ὁ Παῦλος νομοθετεῖ, καὶ οὐκ αἰσχύνεται, οὐδὲ ἐρυθριᾷ· καὶ μάλα εἰκότως. Εἰ γὰρ ὁ ∆εσπότης αὐτοῦ γάμον ἐτίμησε, καὶ οὐκ ἐπῃσχύνθη, ἀλλὰ καὶ τῇ παρουσίᾳ καὶ τῷ δώρῳ τὸ πρᾶγμα ἐκόσμησε (καὶ γὰρ καὶ δῶρα τῷ γάμῳ μείζονα ἁπάντων εἰσήνεγκε, τὴν τοῦ ὕδατος φύσιν εἰς οἶνον μεταβαλὼν), πῶς ὁ δοῦλος ἠρυθρίασεν ἂν περὶ γάμου νομοθετῶν; Οὐ γὰρ πονηρὸν ὁ γάμος πρᾶγμα, ἀλλὰ πονηρὸν ἡ μοι χεία, πονηρὸν ἡ πορνεία· γάμος δὲ πορνείας ἀναιρε τικὸν φάρμακον.

Μὴ τοίνυν αὐτὸν ἀτιμάζωμεν ταῖς διαβολικαῖς πομπαῖς· ἀλλ', ὅπερ ἐποίησαν οἱ ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ οἱ νῦν γυναῖκας λαμβάνοντες ποιείτωσαν, τὸν Χριστὸν ἐχέτωσαν μέσον. Καὶ πῶς δυνατὸν τοῦτο γενέσθαι, φησί; ∆ι' αὐτῶν τῶν ἱερέων· Ὁ δεχόμενος γὰρ, φησὶν, ὑμᾶς, ἐμὲ δέχεται. Ἂν τοίνυν τὸν διάβολον ἀπελάσῃς, ἂν τὰ πορνικὰ ᾄσ ματα, καὶ τὰ κεκλασμένα μέλη, καὶ τὰς ἀτάκτους χορείας, καὶ τὰ αἰσχρὰ ῥήματα, καὶ τὴν διαβολικὴν πομπὴν, καὶ τὸν θόρυβον, καὶ τὸν κεχυμένον γέλωτα καὶ τὴν λοιπὴν ἐξελάσῃς ἀσχημοσύνην, εἰσαγάγῃς δὲ τοὺς ἁγίους Χριστοῦ δούλους, καὶ ὁ Χριστὸς δι' αὐτῶν παρέσται πάντως μετὰ τῆς μητρὸς καὶ τῶν ἀδελ φῶν· Ὃς γὰρ ἂν ποιήσῃ, φησὶ, τὸ θέλημα τοῦ Πατρός μου, οὗτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστι.

Καὶ οἶδα ὅτι βαρύς τισιν εἶναι δοκῶ καὶ φορτικὸς, ταῦτα παραινῶν καὶ παλαιὸν ἔθος ἐκ κόπτων. Πλὴν ἀλλ' οὐδέν μοι τούτου μέλει· οὐ γὰρ τῆς χάριτος τῆς παρ' ὑμῶν, ἀλλὰ τῆς ὠφελείας δέο μαι τῆς ὑμετέρας· οὐ τῶν κρότων καὶ τῶν