1

 2

 3

 4

 5

 6

 7

 8

4

ποιήσει ταχέως, τοῦτο καὶ τῶν τικτομένων προστήσεται, καὶ τὸν νυμφίον τῇ νύμφῃ 51.212 συγκαταγηράσαι παρασκευάσει. Ὥσπερ γὰρ τοῖς ἁμαρτάνουσιν ἀπειλεῖ συνεχῶς ὁ Θεὸς, λέγων, ὅτι Ἔσονται οἱ υἱοὶ ὑμῶν ὀρφανοὶ, καὶ αἱ γυναῖκες ὑμῶν χῆραι· οὕτω καὶ τοῖς ἐν ἅπασιν αὐτῷ πειθο μένοις καὶ γῆρας λιπαρὸν καὶ πάντα μετὰ τούτων δώσειν ὑπισχνεῖται τὰ ἀγαθά.

γʹ. Καὶ Παύλου δὲ ἔστιν ἀκοῦσαι τοῦτο λέγοντος, ὅτι θανάτους ἀώρους πολλάκις ἁμαρτημάτων ἐποίησε πλῆθος. ∆ιὰ τοῦτο γὰρ, φησὶν, ἐν ὑμῖν πολλοὶ ἀσθε νεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Ὅτι δὲ πένητες τρεφόμενοι οὐδὲν τοιοῦτον ἀφιᾶσι συμπεσεῖν, ἀλλὰ, κἂν γένηταί τι τῶν ἀδοκήτων, ταχίστην ἐπάγου σιν αὐτοῦ τὴν διόρθωσιν, ἀπὸ τῆς κόρης μάνθανε τῆς ἐν Ἰόππῃ. Καὶ γὰρ ταύτην ποτὲ νεκρὰν κειμένην περιστάντες οἱ τρεφόμενοι πένητες καὶ δακρύσαντες ἀνέστησαν, καὶ πρὸς ζωὴν ἐπανήγαγον. Τοσοῦτον εὐχὴ χηρῶν καὶ πενήτων γέλωτος παντὸς καὶ χορείας ἐστὶ χρησιμωτέρα. Ἐνταῦθα πρὸς μίαν ἡμέραν ἡ τέρψις, ἐκεῖ διηνεκὲς τὸ κέρδος. Ἐννόησον ἡλίκον ἐστὶ τοσαύτας ἐπὶ τῆς κεφαλῆς εὐλογίας λαβοῦσαν τὴν νύμφην, εἰς τὴν οἰκίαν εἰσιέναι τοῦ νυμφίου.

Πόσων στεφάνων ταῦτα σεμνότερα; πόσου χρησιμώ τερα πλούτου; ὡς τά γε νῦν γινόμενα ἐσχάτης πα ραπληξίας καὶ παραφροσύνης ἐστίν. Εἰ γὰρ μηδὲ κόλασις, μηδὲ τιμωρία τις ἔκειτο τοῖς τὰ τοιαῦτα ἀσχημονοῦσιν, ἐννόησον ὅσης ἐστὶ τιμωρίας, ἀνέχε σθαι τοσαύταις πλυνομένους λοιδορίαις, δημοσίᾳ, πάντων ἀκουόντων, ὑπὸ ἀνθρώπων μεθυόντων καὶ διεφθαρμένων τὸν νοῦν. Οἱ μὲν γὰρ πένητες λαμβά νοντες εὐλογοῦσι, μυρία συνεύχονται τὰ ἀγαθά· ἐκεῖ νοι δὲ μετὰ τὴν μέθην, μετὰ τὴν ἀδηφαγίαν, πάντα βόρβορον σκωμμάτων κατὰ τῆς τῶν γαμούντων κα ταχέουσι κεφαλῆς, ἅμιλλάν τινα διαβολικὴν πρὸς ἀλ λήλους ἔχοντες· καὶ καθάπερ ἐχθρῶν ὄντων τῶν συνιόντων, οὕτως οἱ προσήκοντες αὐτοῖς φιλοτιμοῦν ται πρὸς ἀλλήλους, ἐν τῷ ῥητὰ καὶ ἄῤῥητα λέγειν ὀνείδη περὶ τῶν γημάντων, μιμῆσαι τοὺς ἀντιτετα γμένους· καὶ ἡ πρὸς ἀλλήλους τούτων φιλονεικία μεθ' ὑπερβολῆς ἁπάσης τὸν νυμφίον μετὰ τῆς νύμφης καταισχύνεσθαι παρασκευάζει. Ἆρ' οὖν ἑτέραν ζητήσομεν ἀπόδειξιν, εἰπέ μοι, τῶν δαιμόνων κινούντων τὰς ἐκείνων ψυχὰς ταῦτα καὶ γίνεσθαι καὶ λέγεσθαι παρ' αὐτῶν; Τίς οὖν ἀμ φισβητήσει λοιπὸν, ὅτι δαιμόνων κινούντων τὰς ἐκεί νων ψυχὰς καὶ λέγεται ταῦτα πάντα καὶ γίνεται παρ' ἐκείνων; Οὐκ ἔστιν οὐδείς· καὶ γὰρ τοιαῦται τοῦ δια βόλου αἱ ἀντιδόσεις, λοιδορίαι, καὶ μέθαι, καὶ παρα φροσύνη ψυχῆς. Εἰ δέ τις οἰωνίζοιτο τὸ πένητας ἀντὶ τούτων εἰσάγεσθαι, καὶ συμφορᾶς λέγοι εἶναι σύμβολα ταῦτα, μαθέτω καὶ τοῦτο, ὅτι οὐ τὸ πένητας τρέφε σθαι καὶ χήρας, ἀλλὰ τὸ μαλακοὺς καὶ πόρνας, τοῦτο ἁπάσης ἀηδίας καὶ μυρίων ἐστὶ σύμβολον κακῶν. Πολλάκις γὰρ ἀπ' αὐτῆς τῆς ἡμέρας ἐκ τῶν φίλων τὸν νυμφίον αἰχμάλωτον λαβοῦσα ἀπῆλθεν ἡ πόρνη, καὶ τὸν ἔρωτα τὸν πρὸς τὴν νύμφην ἔσβεσε, καὶ τὴν εὔνοιαν ὑπέσυρε, καὶ τὴν ἀγάπην, πρὶν ἐξαφθῆναι, κατέλυσε, καὶ μοιχείας ἐγκατέβαλε σπέρματα.

Ταῦτα δεδοικέναι τοὺς πατέρας ἐχρῆν, εἰ καὶ μηδὲν ἕτερον, καὶ κωλύειν τῶν μίμων καὶ τῶν ὀρχουμένων τὰς εἰς τοὺς γάμους παρουσίας. Γάμος γὰρ, οὐχ ἵνα ἀσελγῶ 51.213 μεν εἰσενήνεκται, οὐδ' ἵνα πορνεύωμεν, ἀλλ' ἵνα σωφρονῶμεν. Ἄκουσον γοῦν τοῦ Παύλου λέγοντος· ∆ιὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. ∆ύο γὰρ ταῦτά ἐστι, δι' ἅπερ εἰσενήνεκται γάμος, ἵνα τε σω φρονῶμεν, καὶ ἵνα πατέρες γινώμεθα· τῶν δὲ δύο τούτων προηγουμένη ἡ τῆς σωφροσύνης ἐστὶ πρόφα σις. Ἐπειδὴ γὰρ εἰσῆλθεν ἐπιθυμία, εἰσῆλθε καὶ γά μος τὴν ἀμετρίαν ἐκκόπτων, καὶ πείθων μιᾷ χρῆ σθαι γυναικί. Τὰς γὰρ παιδοποιίας οὐχ ὁ γάμος ποιεῖ πάντως, ἀλλ' ἐκεῖνο τὸ ῥῆμα τοῦ Θεοῦ τὸ λέγον, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν· καὶ μαρτυροῦσιν ὅσοι γάμῳ μὲν ἐχρήσαντο, πατέρες δὲ οὐκ ἐγένοντο. Ὥστε