1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

6

τὰς μεμελετηκυίας, πῶς ἐξιοῦσαι θηρεύουσιν ἑτέρας; Τοῦτο καὶ ἡμεῖς ποιῶμεν. Ποία γὰρ ἔσται σκῆψις, ὅταν τῶν ἀλόγων τὸ ὁμόφυλον ζῶον δυναμένων θηρεύειν, ἡμεῖς οἱ λόγῳ τιμηθέντες καὶ σοφίᾳ τοσαύτῃ, τῆς τοιαύτης ἄγρας ὑπερορῶμεν; Παρῄνεσα τῇ προτέρᾳ διαλέξει λέγων· Ἕκαστος ὑμῶν εἰς τὰς οἰκίας ἀπαντήσατε τῶν πλησίον, ἀναμείνατε ἐξελθόντας, κατάσχετε, καὶ ἐπαναγάγετε πρὸς τὴν κοινὴν μητέρα· καὶ τοὺς θεατρομανοῦντας μιμήσασθε, οἳ μετὰ πάσης σπουδῆς ἀλλήλοις συνταξάμενοι, οὕτως ὑπὸ τὴν ἕω πρὸς τὴν παράνομον ἀναμένουσι θέαν ἐκείνην. Ἀλλ' οὐδὲν πλέον ἡμῖν γέγονεν ἀπὸ τῆς παραινέσεως ἐκείνης. ∆ιὰ τοῦτο πάλιν λέγω, καὶ λέγων οὐ παύσομαι, ἕως ἂν πείσω. Οὐδὲν ὠφελεῖ ἀκρόασις, ἐὰν μὴ πρᾶξις αὐτῇ παρῇ. Βαρυτέραν οὖν ἡμῖν ποιεῖ τὴν τιμωρίαν, ὅταν συνεχῶς τῶν αὐτῶν ἀκούοντες. μηδὲν τῶν λεγομένων ποιῶμεν. Καὶ ὅτι βαρυτέρα ἡ κόλασίς ἐστιν, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας· καὶ ὁ Ἀπόστολος δὲ, Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ πρὸς τοὺς μὲν ἀκούοντάς φησι ταῦτα· βουλόμενος δὲ καὶ τὸν λέγοντα παιδεῦσαι, ὅτι οὐδὲ ἐκείνῳ κέρδος ἔσται τι πλέον ἀπὸ τῆς διδασκαλίας, ὅταν μὴ πολιτείαν ἔχῃ τῇ διδασκαλίᾳ συνεζευγμένην, καὶ συμβαίνοντα τῷ λόγῳ τὸν βίον, ἄκουσον πῶς καὶ ὁ Ἀπόστολος πρὸς αὐτὸν ἀποτείνεται, καὶ ὁ 51.179 Προφήτης. Ὁ μὲν γάρ φησι· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεὸς, Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου, σὺ δὲ ἐμίσησας παιδείαν; Ὁ δὲ Ἀπόστολος πρὸς αὐτοὺς τούτους πάλιν ἀποτεινόμενος, τοὺς ἐπὶ τῇ διδασκαλίᾳ μέγα φρονοῦντας, οὕτω πως φησί· Πέποιθας σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων· ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ἐπεὶ οὖν οὔτε ἐμὲ τὸν λέγοντα τὸ λέγειν, οὔτε ὑμᾶς τοὺς ἀκούοντας τὸ ἀκούειν ἄνευ τοῦ πείθεσθαι τοῖς λεγομένοις ὠφελῆσαι δύναιτ' ἂν, ἀλλὰ καὶ καταδικάζει πλέον, μὴ μέχρι τῆς ἀκροάσεως τὴν σπουδὴν ἐπιδειξώμεθα, ἀλλ' ἐπὶ τῶν ἔργων φυλάττωμεν τὰ λεγόμενα. Καλὸν μὲν γὰρ τὸ διηνεκῶς ἐνδιατρίβειν θείων ἀκροάσει λογίων· ἀλλὰ τὸ καλὸν τοῦτο ἄχρηστον γίνεται, ὅταν τὴν ἐκ τῆς ὑπακοῆς ὠφέλειαν μὴ ἔχῃ συνεζευγμένην. Ἵνα οὖν μὴ μάτην ἐνταῦθα συλλέγησθε, μετὰ πάσης σπουδῆς, ὃ πολλάκις ὑμῶν ἐδεήθην, καὶ δεόμενος οὐ παύσομαι, τοὺς ἀδελφοὺς ἡμῖν ἐπισπάσασθε, τοὺς πλανωμένους παραινέσατε, συμβουλεύσατε μὴ λόγῳ μόνον, ἀλλὰ καὶ ἔργῳ. Μείζων αὕτη ἡ διδασκαλία ἡ διὰ τῶν τρόπων, ἡ διὰ τῆς πολιτείας. Κἂν μηδὲν εἴπῃς, ἐξέλθῃς δὲ ἀπὸ συνάξεως, διὰ τοῦ σχήματος, καὶ τοῦ βλέμματος, καὶ τῆς φωνῆς, καὶ τῆς βαδίσεως, καὶ τῆς ἄλλης ἁπάσης καταστολῆς ἐμφαίνων τοῖς ἀπολειφθεῖσιν ἀνθρώποις τὸ κέρδος, ὅπερ ἐντεῦθεν ἐξῆλθες λαβὼν, ἀρκεῖ τοῦτο εἰς παραίνεσιν καὶ συμβουλήν. Οὕτω γὰρ ἡμᾶς ἐντεῦθεν ἐξιέναι δεῖ, ὥσπερ ἐξ ἱερῶν ἀδύτων, ὥσπερ ἐξ αὐτῶν καταβάντας τῶν οὐρανῶν, γενομένους κατεσταλμένους, φιλοσοφοῦντας, ῥυθμῷ πάντα καὶ ποιοῦντας καὶ λέγοντας· καὶ γυνὴ τὸν ἄνδρα ὁρῶσα ἀπὸ συνάξεως ἀναχωροῦντα, καὶ τὸν υἱὸν πατὴρ, καὶ τὸν πατέρα ὁ παῖς, καὶ τὸν δεσπότην ἡ δοῦλος, καὶ τὸν φίλον ὁ φίλος, καὶ τὸν ἐχθρὸν ὁ ἐχθρὸς, λαμβανέτωσαν ἅπαντες αἴσθησιν τῆς ἐνταῦθα γενομένης ἡμῖν ὠφελείας· λήψονται δὲ, ἂν πραοτέρων, ἂν φιλοσοφωτέρων, ἂν εὐλαβεστέρων ὑμῶν γεγενημένων αἰσθάνωνται. Ἐννόησον οἵας ἀπολαύεις μυσταγωγίας ὁ μεμυημένος σὺ, μετὰ τίνων ἀναπέμπεις τὸ μυστικὸν μέλος ἐκεῖνο, μετὰ τίνων βοᾷς τὸ, Τρισάγιος. ∆ίδαξον τοὺς ἔξωθεν, ὅτι μετὰ τῶν σεραφὶμ ἐχόρευσας, ὅτι εἰς τὸν δῆμον τὸν ἄνω τελεῖς, ὅτι εἰς τὸν χορὸν ἐνεγράφης τὸν τῶν ἀγγέλων, ὅτι τῷ