1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

7

∆εσπότῃ διελέχθης, ὅτι τῷ Χριστῷ συνεγένου. Ἂν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν, οὐδὲν ἐξελθόντες δεησόμεθα λόγου πρὸς τοὺς ἀπολειφθέντας· ἀλλ' ἀπὸ τῆς ἡμετέρας ὠφελείας, τῆς οἰκείας αἰσθήσονται ζημίας, καὶ δραμοῦνται ταχέως, ὥστε τῶν αὐτῶν ἀπολαῦσαι. Τὸ γὰρ κάλλος ὑμῶν τῆς ψυχῆς διὰ τῶν αἰσθήσεων αὐτῶν ἀπολάμπον ὁρῶντες, κἂν ἁπάντων ὦσι νωθρότεροι, εἰς ἔρωτα τῆς εὐπρεπείας ἐμπεσοῦνται τῆς ὑμετέρας. Εἰ γὰρ σώματος κάλλος ἀναπτεροῖ τοὺς ὁρῶντας, πολλῷ μᾶλλον εὐμορφία ψυχῆς διεγείραι δύναιτ' ἂν τὸν θεατὴν, καὶ πρὸς τὸν ἴσον παρακαλέσαι ζῆλον. Καλλωπίσωμεν τοίνυν ἡμῶν τὸν ἔσω ἄνθρωπον, καὶ τῶν ἐνταῦθα λεγομένων ἔξω μνημονεύωμεν· ἐκεῖ γὰρ αὐτῶν μάλιστα τῆς μνήμης ὁ καιρός· καὶ καθάπερ 51.180 ἀθλητὴς, ἅπερ ἂν ἐπὶ τῆς παλαίστρας μανθάνῃ, ταῦτα ἐπὶ τῶν ἀγώνων ἐπιδείκνυται· οὕτω δὴ καὶ ἡμᾶς, ἅπερ ἂν ἐνταῦθα ἀκούωμεν, ταῦτα ἐπὶ τῶν ἔξωθεν πραγμάτων ἐπιδείκνυσθαι χρή. εʹ. Μνημόνευσον τοίνυν τῶν ἐνταῦθα λεγομένων, ἵν', ὅτε ἐξέλθῃς, καὶ ἐπιλάβηταί σου ὁ διάβολος, ἢ δι' ὀργῆς, ἢ διὰ κενοδοξίας, ἢ δι' ἄλλου τινὸς πάθους, ἀναμνησθεὶς τῆς ἐνταῦθα διδασκαλίας, δυνηθῇς ῥᾳδίως ἀποδύσασθαι τὰ ἅμματα τοῦ πονηροῦ. Οὐχ ὁρᾶτε ἐν τοῖς σκάμμασι τοὺς παιδοτρίβας, οἳ μετὰ μυρίους ἄθλους ἀτέλειαν λοιπὸν τῶν παλαισμάτων ἀπὸ τῆς ἡλικίας λαβόντες, ἔξω τῶν σκαμμάτων καθήμενοι παρὰ τὴν κόνιν αὐτὴν, τοῖς ἔνδον οὖσι καὶ παλαίουσιν ὑποφωνοῦσιν, ὥστε χεῖρα κατασχεῖν, ὥστε σκέλος ἑλκύσαι, ὥστε λαβεῖν μετὰ τὰ νῶτα, καὶ ἕτερα πολλὰ τοιαῦτα λέγοντες, ὅτι ἂν τὸ καὶ τὸ ποιήσῃς, ἐκτενεῖς ῥᾳδίως τὸν ἀνταγωνιστὴν, τὰ μέγιστα συντελοῦσι τοῖς μαθηταῖς; Καὶ σὺ τὸν παιδοτρίβην τὸν σὸν ὅρα, τὸν μακάριον Παῦλον, ὃς μετὰ μυρίους στεφάνους ἔξω τοῦ σκάμματος καθήμενος νῦν, τῆς παρούσης λέγω ζωῆς, τοῖς παλαίουσιν ἡμῖν ὑποφωνεῖ, καὶ βοᾷ διὰ τῶν Ἐπιστολῶν, ὅταν ἴδῃ κατασχεθέντας ὑπὸ ὀργῆς καὶ ὑπὸ μνησικακίας, καὶ ἀποπνιγομένους ὑπὸ τοῦ πάθους, Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν. Καὶ καθάπερ ὁ παιδοτρίβης λέγει, ὅτι ἂν τὸ καὶ τὸ ποιήσῃς, περιέσῃ τοῦ ἀνταγωνιστοῦ, οὕτω καὶ οὗτος προστίθησι· Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Ἀλλὰ γὰρ μεταξὺ τούτου τοῦ ἀναγινώσκειν με τὸν νόμον, ἐπῆλθε τὸ δοκοῦν φύεσθαι ζήτημα ἐξ αὐτοῦ, καὶ πολλοῖς παρέχειν κατὰ τοῦ Παύλου λαβὴν, ὅπερ προθεῖναι τήμερον εἰς μέσον ὑμῖν. Τί ποτ' οὖν ἐστι τὸ ὑφορμοῦν ταῖς διανοίαις τῶν μὴ μετὰ ἀκριβείας ἅπαντα ἐξετάζειν βουλομένων; Ἀπάγων ὀργῆς ὁ Παῦλος, φησὶ, καὶ πείθων ἐπιεικεῖς εἶναι καὶ μετρίους τοῖς πέλας, μᾶλλον αὐτοὺς ἐξεθηρίωσε, καὶ πρὸς θυμὸν ἐπῆρε. Τὸ μὲν γὰρ εἰπεῖν, Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, ἐὰν διψᾷ, πότιζε αὐτὸν, καλὸν ἐπίταγμα καὶ φιλοσοφίας γέμον, καὶ τῷ ποιοῦντι καὶ τῷ πάσχοντι χρήσιμον· τὸ δὲ ἐντεῦθεν λοιπὸν πολλὴν ἔχει τὴν ἀπορίαν, καὶ δοκεῖ μὴ συμβαίνειν τῇ γνώμῃ τοῦ τὰ πρότερα εἰρηκότος. Ποῖον δὲ τοῦτο; Τὸ λέγειν, ὅτι Ποιῶν τοῦτο, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. ∆ιὰ γὰρ τούτων τῶν ῥημάτων καὶ τὸν ποιοῦντα καὶ τὸν πάσχοντα ἠδίκησε· τοῦ μὲν τὴν κεφαλὴν ἀνάψας, καὶ πυρὸς ἄνθρακας ἐπιθείς. Τί γὰρ τοσοῦτον ἀπὸ τοῦ ψωμίζεσθαι καὶ ποτίζεσθαι γένοιτ' ἂν ἀγαθὸν, ὅσον κακὸν ἀπὸ τῆς τῶν ἀνθράκων σωρείας; Τὸν μὲν οὖν εὖ πάσχοντα, φησὶν, οὕτως ἠδίκησεν, εἰς μείζονα ἐμβαλὼν τιμωρίαν, τὸν δὲ εὖ ποιοῦντα πάλιν ἑτέρως κατέβλαψε. Τί γὰρ καὶ οὗτος τῆς ἀπὸ τῶν ἐχθρῶν εὐεργεσίας κερδᾶναι δύναται, ὅταν ἐλπίδι τῆς τιμωρίας αὐτὸ ποιῇ; Ὁ γὰρ διὰ τοῦτο τρέφων καὶ ποτίζων τὸν ἐχθρὸν, ἵνα ἄνθρακας σωρεύσῃ πυρὸς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, οὐχὶ φιλάνθρωπος καὶ χρηστὸς, ἀλλ' ὠμὸς καὶ ἀπηνὴς γένοιτ' ἂν, διὰ μικρᾶς εὐεργεσίας