1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

10

πολλάκις ἐξήρπασε τοῦ θανάτου, καὶ γενόμενος κύριος αὐτοῦ τῆς σφαγῆς, ἐφείσατο καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις. Καὶ ὁ μὲν Σαοὺλ οὕτως αὐτὸν ἐμίσει καὶ ἀπεστρέφετο μετὰ τὰς μυρίας εὐεργεσίας, μετὰ τὰ λαμπρὰ τρόπαια, καὶ τὴν ἐπὶ τοῦ Γολιὰθ σωτηρίαν, ὡς μηδὲ τῆς προσηγορίας ἀνασχέσθαι τῆς ἐκείνου μνησθῆναι, ἀλλ' ἀπὸ τοῦ πατρὸς αὐτὸν καλεῖν. Ἑορτῆς γάρ ποτε ἐπιστάσης, ἐπειδὴ δόλον αὐτῷ πλέξας τινὰ, καὶ χαλεπὴν ἐπιβουλὴν ῥάψας, οὐκ εἶδε παραγινόμενον. Ποῦ ἐστι, φησὶν, ὁ υἱὸς Ἰεσσαί; Ἐκάλει μὲν αὐτὸν ἀπὸ τοῦ πατρὸς, ὁμοῦ μὲν διὰ τὴν ἔχθραν οὐχ ὑπομένων ἀναμνησθῆναι τῆς προσηγορίας, ὁμοῦ δὲ νομίζων ἀπὸ τῆς τοῦ πατρὸς δυσγενείας τῇ τοῦ δικαίου λυμαίνεσθαι περιφανείᾳ, ἀθλίως καὶ ταλαιπώρως νομίζων· μάλιστα μὲν γὰρ, εἰ καὶ κατηγορεῖν εἶχε τοῦ πατρὸς, οὐδὲν τοῦτο κατέβλαπτε τὸν ∆αυΐδ. Τῶν γὰρ αὐτῷ πεπραγμένων ὑπεύθυνός ἐστιν ἕκαστος, καὶ ἀπὸ τούτων ἐπαινεῖσθαι καὶ κατηγορεῖσθαι δύναται. Νυνὶ δὲ πονηρίαν οὐδεμίαν ἔχων εἰπεῖν, τὴν τοῦ γένους δυσγένειαν εἰς μέσον ἔφερε, ταύτῃ προσδοκῶν ἐπισκοτίζειν αὐτοῦ τὴν λαμπρότητα, ὅπερ καὶ αὐτὸ ἐσχάτης ἀνοίας ἦν. Ποῖον γὰρ ἔγκλημα τὸ ἐξ εὐτελῶν εἶναι καὶ ταπεινῶν; Ἀλλ' οὐκ ᾔδει ταῦτα ἐκεῖνος φιλοσοφεῖν. Ὁ μὲν οὖν Σαοὺλ υἱὸν Ἰεσσαὶ ἐκάλει· ὁ δὲ ∆αυῒδ εὑρὼν αὐτὸν ἔνδον ἐν τῷ σπηλαίῳ καθεύδοντα, οὐκ ἐκάλεσεν αὐτὸν υἱὸν Κεῖς, ἀλλὰ τῷ τῆς τιμῆς ὀνόματι· Οὐ γὰρ μὴ ἐπαγάγω τὴν χεῖρά μου, φησὶν, ἐπὶ χριστὸν Κυρίου. Οὕτω καθαρὸς ἦν ὀργῆς καὶ μνησικακίας ἁπάσης· χριστὸν Κυρίου καλεῖ τὸν τοσαῦτα ἠδικηκότα, τὸν τοῦ αἵματος αὐτοῦ διψῶντα, τὸν μετὰ μυρίας εὐεργεσίας πολλάκις αὐτὸν ἐπιχειρήσαντα ἀνελεῖν. Οὐ γὰρ ἐσκόπει τί παθεῖν ἐκεῖνος ἄξιος ἦν, ἀλλ' ἐσκόπει τί καὶ ποιῆσαι καὶ εἰπεῖν αὐτῷ πρέπον ἦν, ὅπερ μέγιστος ὅρος φιλοσοφίας ἐστί. Τί τοῦτο; ὥσπερ ἐν δεσμωτηρίῳ λαβὼν τὸν ἐχθρὸν, διπλῷ κατεχόμενον δεσμῷ, μᾶλλον δὲ τριπλῷ, καὶ τῇ τοῦ τόπου στενοχωρίᾳ, καὶ τῇ τῶν 51.184 βοηθησάντων ἐρημίᾳ, καὶ τῇ τοῦ ὕπνου ἀνάγκῃ, οὐκ ἀπαιτεῖς δίκην οὐδὲ τιμωρίαν αὐτόν; Οὐχὶ, φησίν· οὐ γὰρ τί παθεῖν δίκαιος οὗτός ἐστιν, ὁρῶ νῦν, ἀλλὰ τί ποιῆσαι ἐμοὶ προσῆκεν. Οὐκ εἶδε πρὸς τὴν εὐκολίαν τῆς σφαγῆς, ἀλλ' εἶδε πρὸς τὴν ἀκρίβειαν τῆς αὐτῷ πρεπούσης φιλοσοφίας. Καίτοι τί τῶν τότε οὐκ ἦν ἱκανὸν διαναστῆσαι αὐτὸν πρὸς τὴν σφαγήν; Τὸ δεδεμένον αὐτῷ παραδοθῆναι τὸν ἐχθρόν; Ἴστε γὰρ δήπου τοῦτο, ὡς μειζόνως ἐπιτρέχομεν τοῖς εὐκολίας γέμουσι πράγμασι, καὶ ἡ τοῦ κατορθῶσαι ἐλπὶς μείζονα τῆς πράξεως ἡμῖν ἐπιθυμίαν ἐντίθησιν, ὥσπερ καὶ ἐπ' ἐκείνου τότε ἦν. Ἀλλ' ὁ στρατηγὸς τότε συμβουλεύων καὶ διεγείρων; ἀλλ' ἡ μνήμη τῶν παρελθόντων; Ἀλλ' οὐδὲν αὐτὸν ἐκίνησε πρὸς τὸν φόνον· αὐτὸ μὲν οὖν αὐτὸν τὸ τῆς σφαγῆς εὔκολον ἀπέστρεψεν· ἐνενόησε γὰρ, ὅτι διὰ τοῦτο παρέδωκεν αὐτὸν ὁ Θεὸς, ἵνα αὐτῷ πλείονα φιλοσοφίας ὑπόθεσιν παράσχῃ καὶ ἀφορμήν. Ὑμεῖς μὲν οὖν αὐτὸν ἴσως θαυμάζετε, ὅτι οὐδενὸς ἐμνήσθη τῶν παρελθόντων κακῶν· ἐγὼ δὲ δι' ἕτερον πολλῷ μεῖζον αὐτὸν ἐκπλήττομαι. Ποῖον δὴ τοῦτο; Ὅτι οὐδὲ ὁ φόβος αὐτὸν τῶν μελλόντων ὤθησε πρὸς τὸ διαχειρίσασθαι τὸν ἐχθρόν. Ἤδει γὰρ σαφῶς, ὅτι διαφυγὼν αὐτοῦ τὰς χεῖρας, πάλιν κατ' αὐτοῦ στήσεται· ἀλλ' εἵλετο μᾶλλον αὐτὸς κινδυνεύειν ἀπολύσας τὸν ἠδικηκότα, ἢ τῆς καθ' ἑαυτὸν ἀσφαλείας προνοῶν διαχειρίσασθαι τὸν πολέμιον. Τί γένοιτ' ἂν οὖν ἴσον τῆς μεγάλης καὶ γενναίας ἐκείνης ψυχῆς, ὃς, τοῦ νόμου κελεύοντος ἐξορύττειν ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ τοῖς ἴσοις ἀμύνεσθαι, οὐ μόνον τοῦτο οὐκ εἰργάσατο, ἀλλὰ καὶ πολλῷ πλείονα φιλοσοφίαν ἐπεδείξατο; Καίτοι γε εἰ ἀνῃρήκει τότε τὸν Σαοὺλ, καὶ οὕτως αὐτῷ φιλοσοφίας ἐγκώμιον ἀκέραιον ἔμενεν ἂν, οὐ μόνον ὅτι ἠμύνατο, οὐκ αὐτὸς ἄρχων χειρῶν ἀδίκων, ἀλλ' ὅτι καὶ, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, μετὰ πολλῆς ἐνίκα τῆς ἐπιεικείας. Οὐ γὰρ ἀντὶ μιᾶς σφαγῆς μίαν ἐπῆρεν, ἀλλ' ἀντὶ