1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

2

τιμῆς ἀπολαύων, περιφάνειαν ἔχων προγόνων, πανταχοῦ τιμώμενος· ὁ ἐμὸς τὰ ἐναντία· οὕτω φανερὰ ἡμῖν ἡ νίκη γίνεται. Πῶς; Ὅτι ἀγοραῖος τὸν φιλόσοφον ἐνίκησεν, ὁ πένης τὸν πλούσιον, ὁ ἄγλωττος τὸν ὑπὲρ τοὺς ποταμοὺς ῥέοντα, ὁ μαστιγούμενος τὸν μηδὲν πάσχοντα. Ἀνώμαλος ἡ παράταξις, ἵνα 64.26 λαμπρότερον τὸ τρόπαιον γένηται. Σολοικίζει ὁ ἐμὸς, Ἀττικίζει ὁ σός· ὁ σολοικίζων τὸν Ἀττικίζοντα ἐνίκησεν· σολοικίζει τὴν γλῶτταν, ἀλλὰ φιλοσοφεῖ τῇ διανοίᾳ· οὐ χρείαν ἔχω ῥημάτων, ἀλλὰ δέομαι νοημάτων. Ὁ ἐμὸς τὸν σὸν ἐνίκησε· πῶς; ὁ ἰδιώτης τὸν σοφὸν, ὁ ἄγροικος τὸν ῥήτορα. Καὶ πόθεν, φησὶ, δῆλον ὅτι ἐνίκησεν· Ἀναίσχυντε, οὐχ ὁρᾷς τὰ πράγματα βοῶντα; Ποῦ Πλάτων; οὐδαμοῦ· ποῦ Παῦλος; ἐν τοῖς ἁπάντων στόμασι. Ποῦ Πλάτων; σεσίγηται, καὶ λήθῃ παραδέδοται· ποῦ δὲ Παῦλος; τὴν βασιλίδα κατέλαβε Ῥώμην, ἧς οὐ μόνον ζῶν ἐκράτει, ἀλλὰ καὶ τελευτήσας περιεγένετο. Ἀπέθανε τὸ σῶμα ἵνα ζήσῃ πνεύματι· διεσπάσθη ὁ χάρτης, καὶ μένει τὰ γράμματα· οὐ μέλανι γὰρ ἐγέγραπτο, ἀλλὰ πνεύματι ἐστήρικτο. Εὔκολον τὸν ἥλιον παραβῆναι ἢ Παύλου ῥήματα.

Τί γάρ φησιν ὁ χαρισάμενος αὐτῷ τὰ ῥήματα; Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Εἰ ῥήματά ἐστιν, ἔλεγξον· εἰ δὲ πράγματά ἐστι, προσκύνησον. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Εὐκολώτερον τὸν ἥλιον σβεσθῆναι, καὶ τὸν οὐρανὸν ἀφανισθῆναι, ἢ τὰ ῥήματα τοῦ ἐμοῦ ∆εσπότου καταλυθῆναι. Καὶ μαρτυρεῖ τούτοις τῶν πραγμάτων ἡ πεῖρα, καὶ τοῦ χρόνου τὸ μῆκος, καὶ τῶν πολεμούντων αἱ ἔφοδοι· τὸ γὰρ δὴ θαυμαστὸν, ὅτι οὐ μόνον οὐ κατελύθη, ἀλλ' ὅτι καὶ πολεμούμενος περιγίνεται. Πρόσεχε μετὰ ἀκριβείας ᾧ λέγω· Ἐφθέγξατο Παῦλος, ἐφθέγξατο Ἰωάννης, ὁ ἁλιεὺς καὶ εὐαγγελιστὴς, ὁ ῥίψας τὸ δίκτυον καὶ λαβὼν τὸ Εὐαγγέλιον, ὁ ἀφεὶς τὸν κάλαμον τὸν ἁλιευτικὸν καὶ μεταχειρισάμενος τὸν λόγον τὸν διδασκαλικόν. Τί ἐφθέγξατο, καὶ τί εἶπεν ὁ ἁλιεύς; Ἴδωμεν εἰ ἁλιεύω τὰ ῥήματα καὶ ἁλιέως, καὶ οὐχ ἁλιέως· ἁλιέως μὲν, ἐπειδὴ τὸ στόμα ἐκεῖνο ἐφθέγξατο· οὐχ ἁλιέως δὲ, ἐπειδὴ Πνεύματος ἦν τὰ ῥήματα. Τί γάρ φησιν; Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Τί λέγει ὁ Ἰουδαῖος; Μέγα φρονεῖ ἐπὶ Μωϋσεῖ, ὅτι τὴν θάλασσαν ἔσχισε, καὶ τὸ πέλαγος διεῖλε καὶ ἔῤῥαψε, καὶ τὸν ἀέρα μετέβαλε, καὶ πέτραν ἐξέτεμε, καὶ μάννα κατήνεγκε, καὶ πόλεις αὐτάνδρους καθεῖλε, καὶ πολέμους χωρὶς ὅπλων ἐνίκησε.

∆ιὰ τοῦτο μέγα φρονεῖς; Ἄκουσον τί μὲν Μωϋσῆς εἶπε, τί δὲ ὁ ἁλιεὺς, ἵνα ἴδῃς τί πτωχεία Παλαιᾶς ∆ιαθήκης, καὶ τί δαψίλεια χάριτος. Τί δὲ εἶπε Μωϋσῆς; Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τί δὲ ὁ ἁλιεύς; Οὐδαμοῦ τίθησι τὸ, Ἐποίησεν, ἀλλὰ τί; Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Ἐκεῖνος ἀπὸ κτισμάτων ἄρχεται, καὶ οὗτος ἀπὸ τοῦ ∆ημιουργοῦ. Ὁρᾷς πῶς ὑψηλότερον ἀναβαίνει Μωϋσέως; Ἤκουσε Μωϋσέως λέγοντος, ὅτι τὸν οὐρανὸν ἐποίησεν ὁ Θεός· ἀφῆκε τὸν οὐρανὸν καὶ ἀνέβη ἀνώτερον Ἀπήντησαν αὐτῷ ἄγγελοι, καὶ παρέδραμεν· ἀρχάγγελοι, καὶ παρῆλθε· τὰ Χερουβὶμ, καὶ οὐκ ἔστη ἐκεῖ. Ποῦ τρέχεις; Ἕτερόν τι ἐπιζητῶ· εἰ δὲ τὰ Χερουβὶμ λάμπῃ, ἀλλ' ἔργα ἐστίν· εἰ δὲ τὰ Σεραφεὶμ ᾄδει, ἀλλὰ σύνδουλά μού εἰσιν. Τί ζητεῖς; Εἰ δὲ Ἀρχαὶ καὶ Κυριότητες, καὶ ταῦτα δοῦλα, καὶ ταῦτα δημιουργήματα· εἰ δὲ Ἐξουσίαι, καὶ ταῦτα ποιήματα. Ποῦ ἀπέρχῃ; Αὐτὸν ζητῶ τὸν ∆ημιουργὸν, αὐτὸν ζητῶ τὸν ὁμοούσιον τῷ Πατρί· οὐκ ἀφίσταμαι ἕως αὐτὸν εὕρω ὡς ἀνθρώπῳ εὑρεῖν δυνατόν. Μωϋσῆς περὶ οὐρανοῦ εἶπε, καὶ ἐπαύσατο· οὐ γὰρ εἶχε τὸ πνεῦμα ὃ ἐγὼ ἔχω· οὐ γὰρ ἔλαβε τὸ πνεῦμα δουλείας εἰς φόβον, ἀλλ' ἔλαβε τὸ πνεῦμα υἱοθεσίας εἰς ὑπακοὴν πίστεως.

Μείζονα ἐπιστεύθην ἐγώ. ∆ιὰ τοῦτο ὁ ∆εσπότης μου ἄνωθεν κάτω κατέβη, ἵνα ἐγὼ κάτωθεν ἄνω ἀναβῶ. Τί ζητεῖς; Αὐτὸν τὸν ∆ημιουργόν· ὅταν εὕρω, τότε ἵσταμαι. Ηὗρε, καὶ τί λέγει; Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Οὐδαμοῦ τὸ, ἐποίησεν, οὐδαμοῦ τὸ