1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

3

ἐγένετο· οὐ γὰρ περὶ δημιουργημάτων ἡ διδασκαλία. Ἰδοὺ Λόγος· Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Πόσοι τύραννοι ἐξότε ἐφθέγξατο ὁ ἁλιεὺς τὸ ῥῆμα τοῦτο ἀφανίσαι ἤθελον, καὶ οὐκ ἴσχυσαν; ἀλλ', ὅπου ἂν ἀπέλθῃς, ἀκούεις, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος· κἂν ἐν χώρᾳ, κἂν ἐν πόλει, προέλαβεν, Ἐν ἀρχῇ ἦν 64.27 ὁ Λόγος· καὶ ἐν Περσίδι καὶ ἐν Ἰνδίᾳ καὶ ἐν τῇ Μαυριτανῶν χώρᾳ λάμπει τὸ ῥῆμα τοῦτο ἡλίου φανερώτερον. Ὁ μὲν γὰρ ἥλιος ἐν ἡμέρᾳ φαίνει, ἐν νυκτὶ δὲ κρύπτεται· τὸ δὲ ῥῆμα καὶ ἐν νυκτὶ τὴν ἑαυτοῦ λαμπηδόνα ἀφίησι, τῇ ἑκάστου διανοίᾳ ἐγγέγραπται. Ἀπέθανεν ὁ γράψας, καὶ τὸ ῥῆμα λάμπει· τὸ σῶμα διελύθη τοῦ εἰπόντος; καὶ τὸ ῥῆμα ὑπὲρ τὸν ἥλιον ἀκμάζει. Ὅπου ἂν ἀπέλθῃς, προέλαβε τὸ ῥῆμα, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Καὶ ἕκαστος, καὶ γυνὴ καὶ ἀνὴρ, καὶ δοῦλος καὶ ἐλεύθερος, καὶ βασιλεὺς καὶ ἰδιώτης, καὶ ἄρχοντες καὶ ἀρχόμενοι, μελετῶσιν αὐτὸ ἐν τῇ καρδίᾳ, καὶ οὐδεὶς ἐξαλεῖψαι δύναται τὴν καλλίστην ταύτην κληρονομίαν, ἀλλὰ μένει διατηρῶν τὸν πλοῦτον. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.

Ῥῆμα οὐκ ἴσχυσεν ἐξαλεῖψαι ὁ διάβολος· διὰ τί; Ὅτι οὐ ῥῆμα ψιλὸν, ἀλλὰ ῥῆμα Θεοῦ. Μὴ τοίνυν αἰσχύνου ὅταν ἀκούσῃς· Ταῦτα ὁ ἁλιεὺς ἐφθέγξατο, ταῦτα ὁ σαγήνας ῥάπτων. Εἶδες πῶς εἰς αὐτὸν τὸν πυθμένα τῆς πενίας ἐκάθητο καὶ ἀνέβη εἰς τὴν κορυφὴν τῆς ἀρετῆς; Ἀλλ' ἵνα μὴ ἑτέρων ἀρξάμενος, ἐφ' ἕτερα τὸν λόγον ἀγάγωμεν τῇ ῥύμῃ τῶν λεγομένων, τὰ νοήματα ἀφέντες ἐκκυλίεσθαι, φέρε δὴ χαλινῷ τῇ γλώττῃ χρησάμενοι τὴν ὑπόθεσιν ἐπὶ τὴν προτέραν ὑπόσχεσιν ἐπαναγάγωμεν. Τί οὖν φησιν ὁ σκηνοποιὸς, ὁ ἀγοραῖος; οὐ γὰρ παύσομαι συνεχῶς ταῦτα εὐηχῶν τὰ ῥήματα, διὰ τὴν τῶν πολλῶν ἀπόνοιαν καὶ τὴν ἀφιλόσοφον αὐτῶν γνώμην. Ἐπειδὴ γὰρ πολλοὶ κατὰ τὴν ἀγορὰν, ἐπειδὰν ὑβρίσωσι, λέγουσιν, Ἀγοραῖε; τί ἐστιν, Ἀγοραῖε; τί ἐστιν ἀγοραῖος; εἰπέ μοι· μὴ γὰρ ἔγκλημα τὸ εἶναι ἀγοραῖον; μὴ γὰρ ἔγκλημα τὸ ἑστάναι ἐπ' ἀγορᾶς καὶ ἐργάζεσθαι; ἔγκλημα τὸ ἔνδον μένοντα τὰ τῶν ἄλλων ἁρπάζειν. Μάθε τί ὕβρις, καὶ τί ἐγκώμιον, καὶ μὴ καταγέλα· ἀγοραῖον εἶναι οὐκ ἔστιν ἔγκλημα, ἀλλὰ τὸ ἅρπαγα εἶναι, τὸ πλεονέκτην εἶναι. Τί με ὠφελεῖς, ὅτι κάθῃ ἐν θαλάμῳ, καὶ λύκος εἶ; τί δέ με βλάπτει ὁ πένης ἐν ἀγορᾷ ἑστηκὼς καὶ βοῦν καὶ ἀροτῆρα μιμούμενος; Ἀγοραῖος εἶ, χειροτέχνης εἶ; οὐκ ἔστι ταῦτα ἐγκλήματα· ἐγκώμια ταῦτά ἐστιν, ὅτι ἀπὸ δικαίων πόνων τὴν τροφὴν συνάγεις, οὐκ ἀλλοτρίας περιεργαζόμενος οἰκίας. Οὐκ ἔστιν οὖν ἔγκλημα τὸ ἀγοραῖον εἶναι, οὐδὲ τὸ χειροτέχνην εἶναι· ἀλλὰ τί ἐστιν ἔγκλημα; τὸ ἀργῶς ζῇν· εἴθε μὲν οὖν ἀργὸν, καὶ μὴ κακῶς ἐργαζόμενον. Ἀγοραῖος ἦν ὁ Παῦλος, καὶ ἐπ' ἐργαστηρίου εἰστήκει· καὶ οὐκ ἦν πρὸ τοῦ Εὐαγγελίου τοιοῦτος, μετὰ τὸ Εὐαγγέλιον μετεβάλλετο. Ἀλλὰ καὶ ἐκήρυττε καὶ δέρματα ἔραπτεν· ἐκήρυττε καὶ ἔμενε παρὰ Πρισκίλλᾳ καὶ Ἀκύλᾳ, ∆ιὰ τὸ ὁμότεχνον· ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην. Ὦ φιλοσοφία Παύλου! ὦ φρόνημα ὑψηλὸν, καὶ γνώμη ἀχείρωτος! ὦ διάνοια τῆς ἁψῖδος τοῦ οὐρανοῦ ἁψαμένη! ὦ ψυχὴ πάντων ὑπερορῶσα τῶν ὁρωμένων! ὦ γνώμη! ἀράχνην ἐνόμιζε τοῦ βίου τὰς φαντασίας· οὐκ ἀπῆλθε πρὸς βασιλέας, οὐδὲ ἀπῆλθε πρὸς πλουσίους, οὐκ ἀπῆλθε πρὸς εὐπόρους, ἀλλὰ πρὸς σκηνοποιοὺς ἀπῆλθε διὰ τὸ ὁμότεχνον, καὶ οὐκ ᾐσχύνετο ἐκκαλύπτων ἑαυτοῦ τὸ ἐπιτήδευμα, ἀλλὰ πᾶσι τοῦτο κατάδηλον εἰργάζετο. Ἐν ἀγορᾷ εἱστήκει τὸ Εὐαγγέλιον κηρύττων, νεκροὺς ἐγείρων, λεπροὺς καθαίρων, καὶ οὐκ ᾐσχύνετο τῷ τόπῳ, ἀλλὰ ἐνεκαλλωπίζετο τῷ τρόπῳ, καὶ εἰστήκει ἐν ἀγορᾷ· καὶ ὁ μὲν ἐξεδίδου δέρματα, οἱ δὲ ἔλεγον, Ἀνάστησον τὸν νεκρόν· καὶ εἱστήκεισαν δύο γυναῖκες, ἡ μὲν λέγουσα, Ποίησόν μοι τὸ δέρμα στρῶμα, ἡ δὲ λέγουσα, Ἀνάστησον τὸν υἱόν μου, καὶ ἀμφοτέραις ἀπεκρίνατο· καὶ τοῦτο κώλυμα ἐκείνου οὐκ ἐγίνετο, ἀλλὰ καὶ αἱ χεῖρες εἰργάζοντο, καὶ ἡ χάρις ἐνήργει, καὶ ἀμφοτέραις ἀπεκρίνατο ὁ σκηνοποιὸς, τῇ μὲν τὸ ἀπὸ τῆς τέχνης, τῇ δὲ τὸ ἀπὸ τῆς χάριτος παρέχων. Σὺ τί βούλει; στρῶμα τὸ δέρμα ἐγὼ ποιῶ· δέρματα γὰρ ῥάπτω.