1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

4

Τί βούλει; τὸν νεκρόν σου ἐγερθῆναι ἐγὼ ποιῶ· τὸν Θεὸν γὰρ παρακαλῶ. Μήτε ὄνειδος τέχνη. Οὐκ ἀπῆλθεν εἰς πλουσίαν οἰκίαν καὶ εὔπορον· νόμον γὰρ ἐπλήρου ∆εσποτικὸν λέγοντα· Εἰς ἣν δ' ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, ἐρωτήσατε τίς ἐστιν ἄξιος ἐν αὐτῇ, κἀκεῖ μείνατε. Καὶ γὰρ ἄξιος τοῦ Παύλου ὁ σκηνοποιός; Καὶ πάνυ. ∆ιὰ τί οὔ; ἐπειδὴ σκηνοποιὸς ἦν κατὰ τὴν φιλοπτωχείαν. Εἴπω σοι αὐτοῦ ἐγκώμιον διαδήματος βέλτιον, πορφυρίδος λαμπρότερον; Ἀσπάσασθε Πρισκίλλαν καὶ Ἀκύλαν· καὶ προτίθησι τὴν γυναῖκα τοῦ ἀνδρὸς, ἵνα μάθῃς ὅτι πλείω παρὰ τῇ γυναικὶ ἡ ἀρετή. Ἀσπάσασθε Πρισκίλλαν καὶ Ἀκύλαν, Ῥωμαίοις γράφων, οἵτινες 64.28 ὑπὲρ τῆς ἐμῆς ψυχῆς τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Εἶδες ἐγκώμιον; εἶδες μάρτυρας ζῶντας; Οἵτινες ὑπὲρ τῆς ἐμῆς ψυχῆς τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Μαρτύριον ἀπηρτισμένον, οὐ τῇ ἐκχύσει τοῦ αἵματος, ἀλλὰ τῇ προαιρέσει τῆς διανοίας. Μή μοι λέγε, Οὐκ ἐσφάγησαν· εἰ γὰρ καὶ μὴ ἐσφάγησαν τῇ πείρᾳ, ἀλλ' ἐσφάγησαν τῇ γνώμῃ· ὁ δὲ Θεὸς οὐ τέλος ἐπιζητεῖ, ἀλλὰ παρασκευήν· ἐπεὶ καὶ ὁ Ἀβραὰμ τὸν υἱὸν ἔσφαξε, καίτοι μὴ σφάξας· καθαρὰ γὰρ ἦν ἡ μάχαιρα· καὶ λέγει· Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ· οὐκ ἐφείσω τῇ γνώμῃ, ἐγὼ δὲ ἐφεισάμην τῇ πείρᾳ.

Οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Αἵματι τὸν Ἀπόστολον ὑπεδέξαντο. Συνήκατε τί εἶπον; Οὐ γὰρ χοίρους καὶ ὄρνεις αὐτῷ ἔθυσαν, ἀλλὰ τὸ αἷμα τὸ ἑαυτῶν ἐξέχεαν. Ὦ φιλοξενίας ὑπερβολή! ἄλλοι ἐὰν δώσωσι δέκα ὀβολοὺς, σκυλῆναι οὐ καταξιοῦσιν· ἐκεῖνοι τὸ αἷμα ἑαυτῶν ἐξέχεαν, καὶ κατεφρόνησαν τῆς παρούσης ζωῆς. Ὁ φιλόξενος οὕτω φαίνεται, οὐχ ὡς οἱ νῦν, βλοσυρῷ τῷ προσώπῳ, καὶ τὰς ὀφρῦς ἐπαίροντες, ἐὰν δώσωσι πένητι δέκα ὀβολοὺς, καὶ τούτους διὰ τοῦ οἰκέτου. Οὗτοι δὲ οὐχὶ, ἀλλ' αὐτοὶ καὶ οἰκέται ἐγίνοντο. Οὕτω καὶ ὁ Ἀβραὰμ καὶ ἡ Σάῤῥα· καὶ γὰρ ἐκείνη ἐφύρασε τὰ ἄλευρα, οὐ κατὰ τὴν βλακείαν τῶν νῦν γυναικῶν, ἣ τοῖς χρυσίοις καὶ τοῖς ἱματίοις τοῖς σηρικοῖς μαλακωτέραν τὴν φύσιν ἐργάζεται. Ἀλλ' ἐκείνη μυλωθρίδος ἔργα ἐπιτελεῖ· καὶ λέγει αὐτῇ ὁ ἀνήρ· Σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Καὶ οὐκ εἶπε· Ταῦτα ἀνεκτά; ἀρτοποιόν με ἔλαβες τὴν συγγενίδα; οὐ προῖκα εἰσήνεγκα; οὐκ ἐλευθέρα εἰμί; τὰ διακόνων μοι ἐπιτάττεις· ἐπὶ ταύταις ταῖς ἐλπίσιν ἦλθόν σου εἰς τὴν οἰκίαν; Οὐδὲν τούτων οὐκ εἶπεν, ἀλλ' ἔσπευσε καὶ ἐφύρασε· γυνὴ γὰρ ἦν τοῦ Ἀβραὰμ, οὐ νόμῳ βίου μόνον, ἀλλὰ καὶ ἀρετῇ κατορθωμάτων. Κοινὴ γενέσθω, φησὶν, ἡ φιλοξενία, κοινῇ καὶ τὸν καρπὸν τρυγήσωμεν.

Θησαυρός ἐστι, φησίν· ὁμοῦ μεταλάβωμεν· ἐγὼ τὸν μόσχον, σὺ τὰ ἄλευρα. Ἔθυσε μόσχον, καὶ ἔλαβε τὸν Ἰσαάκ· ἐφύρασε τὰ ἄλευρα, Καὶ ἐγένετο τὸ σπέρμα αὐτῆς ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς ἡ ἄμμος τῆς θαλάσσης. Ταῦτα λέγω τὸν ἀνθρώπινον τῦφον ταπεινῶν, καὶ πάντων τὴν ἀπόνοιαν τῶν πλουτούντων ἐξευτελίζων, καὶ παραμυθούμενος τοὺς πένητας, ἵνα μηδεὶς μήτε ἐν πενίᾳ βαπτίζηται, μήτε ἐν πλούτῳ ἐπαίρηται· ταῦτα δέ ἐστιν ἀμφότερα ἀρετῆς κωλύματα. Ὁ δὲ λογισμὸς κυβερνήτου τάξιν ἐπέχει, οὔτε ὑπὸ τοῦ χειμῶνος βαπτιζόμενος, οὔτε ὑπὸ τῆς γαλήνης χαυνούμενος, ἀλλ' ἐν καιρῷ ἀνωμαλίας τὴν ἴσην αὐτῷ φιλοσοφίαν διατηρῶν, μηδέπω τῇ διαφορᾷ σαλευόμενος, καὶ τοῦτο ἢ ἐκεῖνο γινόμενος· ὥσπερ οὖν ὁ Ἰὼβ οὔτε ἐν τῇ πενίᾳ ἐγένετο βλάσφημος, οὔτε ἐν τῷ πλούτῳ ἐπηρμένος, ἀλλ' ὅτε μὲν ἦν πλούσιος, τὴν θύραν ἠνέῳξεν, ὅτε δὲ πένης ἐγένετο, τὰς πλευρὰς τὰς ἑαυτοῦ ἤνοιξε τότε μὲν οὖν φιλόπτωχος, ὕστερον δὲ φιλόσοφος γινόμενος, καὶ καταπατῶν τὴν διαφορὰν τῶν βιωτικῶν πραγμάτων. Ἀλλ' ἐπειδὴ τοσαῦτα περὶ τοῦ σκηνοποιοῦ, φέρε καὶ τῶν εἰρημένων ἔνια μεταχειρισώμεθα, ὀλίγα μὲν οὖν ῥήματα εἰς μέσον ἄγοντες, πέλαγος δὲ ἀχανὲς νοημάτων ἡμῖν ἀνοίγοντες.