1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

7

Ὅταν ἴδῃς τινὰ ἀκόλαστον σώφρονα γενόμενον, εἰπὲ, Ἐκτίσθη αὐτῷ ἡ διάνοια· ὅταν ἴδῃς πόρνην σωφρονοῦσαν, εἰπὲ, Ἐκτίσθη αὐτῆς ἡ διάνοια· ὅταν ἴδῃς ἅρπαγα ἐλεήμονα γενόμενον, εἰπὲ, Ἐκτίσθη αὐτοῦ ἡ καρδία· ὁ γὰρ λύκος ἐγένετο πρόβατον, ὁ ἱέραξ ἐγένετο περιστερά. ∆ιὰ τοῦτο κτίσις. ∆ιὰ τοῦτο καὶ τὸ λουτρὸν κτίσμα λέγεται τὸ τῆς παλιγγενεσίας. Ἀποδυόμενοι γὰρ, φησὶ, τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον, κατὰ τὴν ἐπιθυμίαν τῆς σαρκὸς αὐτοῦ, ἐνδυόμενοι δὲ τὸν νέον ἄνθρωπον, τὸν γενόμενον κατ' εἰκόνα τοῦ Κτίσαντος αὐτόν. Ὥστε κτίσις αὐτοῦ ἐστι τὸ ποίημα· κτισθέντες γὰρ ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς· πρῶτα μὲν ἔργοις φθαρτοῖς. Τότε ἔλαβεν ὁ Πατὴρ πηλὸν, καὶ ἐποίησε τὸν ἄνθρωπον· λαμβάνει ὁ Υἱὸς ὕδωρ, καὶ ποιεῖ αὐτὸ οἶνον. Κἀκεῖ ἔχει στοιχεῖον, καὶ ὧδε στοιχεῖον· ἐναλλαγὴ στοιχείου, καὶ βελτίων ἡ δημιουργία. Ὥστε, εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Ὁρᾷς οὖν ὅτι ἔστι καινὴ κτίσις; τί γάρ μοι ὄφελος ἐὰν γένηται οὐρανός; Πρόσεχε μετὰ ἀκριβείας· Οὐκ ἐγένετο οὐρανὸς καινὸς, οὐδὲ ἥλιος καινὸς, οὐδὲ γῆ. Τί γάρ μοι ὄφελος, εἰ οὐρανὸς ἐγένετο καινὸς, ἐγὼ δὲ ἔμελλον ἐν ἁμαρτίαις εἶναι; τί με ὠφελεῖ ἢ βλάπτει με ὁ οὐρανὸς μένων, ὅταν ἐγὼ μὴ μένω ὁ αὐτός; Ὁ οὐρανὸς οἶκός ἐστιν, ἐγὼ δὲ νοσηρός εἰμι. Ἐὰν οὖν ἴδῃς ἰατρὸν εἰσελθόντα εἰς τὴν οἰκίαν, καὶ τοῦ μὲν νοσηροῦ μηδεμίαν πρόνοιαν ποιούμενον, λευκαίνοντα δὲ τοὺς τοίχους, χρυσοῦντα τὸν ὄροφον, οὐ λέγεις, Ἄνθρωπε, ἀνάστησον τὸν νοσοῦντα; τί τὴν οἰκίαν καλλωπίζεις;

Καὶ ὁ Χριστὸς εἰσῆλθεν εἰς τὸν κόσμον τοῦτον, εἰς ὃν κατακειμένην ηὗρε τὴν φύσιν μου νοσοῦσαν. Πρόσεχε πάλιν ᾧ λέγω· Εἰσέρχεται ἰατρὸς εἰς οἶκον μέγαν, εὑρίσκει νοσοῦντα ἄνθρωπον, πυρέττοντα, ἕλκη ἔχοντα· ἀφίησι τὸν νοσοῦντα καὶ ἐγείρεται; λευκαίνει τοὺς τοίχους; χρυσοῖ τὸν ὄροφον; τὸ ἔδαφος καλλωπίζει; Οὐχί· ἀλλὰ τοῦ μὲν οἴκου οὐδένα ποιεῖται λόγον, ὅλῃ δὲ σπουδῇ κέχρηται πρὸς τὸν νοσοῦντα. Ἐὰν ὁ οἰκοδεσπότης ὑγιαίνῃ, καὶ τὰ ἄλλα ἕπεται. Οὕτω καὶ ἐνταῦθα. Εἰσῆλθεν εἰς τὸν κόσμον ὁ Χριστός· σάρκα ἀνέλαβε, πανταχοῦ δὲ πάρεστιν ἀεί· εἴσοδον δὲ αὐτοῦ τὴν οἰκονομίαν καλεῖ 64.31 ἡ Γραφή.

Εἰσῆλθεν εἰς τὸν κόσμον τοῦτον τὸν μέγαν, ὃν αὐτὸς κατεσκεύασεν· ηὗρε νοσοῦσαν τὴν φύσιν τῶν ἀνθρώπων, νοσοῦσαν, οὐκ ἐπὶ κλίνης κειμένην, ἀλλ' ἐπὶ κακίας ἐῤῥιμμένην, τὸ κοινὸν μέλος διεφθαρμένον, βωμοὺς ἀναπτομένους, κνίσσαν τὸν ἀέρα μολύνουσαν, τέκνα σφαττόμενα παρὰ γονέων, τὴν φύσιν πατουμένην, τοὺς νόμους τῆς οὐσίας σαλευομένους, τὴν συμπάθειαν ἀτιμαζομένην· Ἔθυσαν υἱοὺς αὐτῶν καὶ θυγατέρας τοῖς δαιμονίοις· ἐκβακχευομένους τοὺς ἀνθρώπους ἀκολάστως, τὸν μὲν πόρνον, τὸν δὲ μοιχὸν, τὸν δὲ ἀνδροφόνον, τὴν γῆν ἅπασαν ἀπολλυμένην, τῶν ἀνθρώπων κειμένων ἐν τῇ κλίνῃ τῆς πονηρίας, τὸν διάβολον παραμένοντα, ἀνάπτοντα τὴν κάμινον, ἐμπιπλῶντα τὰ ἕλκη, τοὺς ἰατροὺς ἀτονοῦντας, τοὺς προφήτας λέγω, κατηγοροῦντας, οὐ διορθωμένους, τοὺς ἰατροὺς παρακαθημένους, φάρμακα κατασκευάζοντας, οὐκ ὠφελοῦντας δὲ, κατηγοροῦντας δὲ ἅπαντας. Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. Ὁ ἰατρὸς ταῦτα; Ποία οὖν ἐλπὶς, ὅτε ἰατρὸς κατηγορεῖ τοῦ κάμνοντος; Ὁ μὲν ἔλεγεν· Ἵπποι θηλυμανεῖς ἐγένοντο, ἕκαστος εἰς τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν. Ἄλλος ἐκάθισεν ἐν τῇ ἐρήμῳ, ὡς ἡ κορώνη· Οἴμοι, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· ἄλλος· Ἀρὰ καὶ ψεῦδος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς· ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ· ἄλλος· Οὐαὶ ἔθνος ἁμαρτωλῶν.

Ἐξέρχεται ὁ ἰατρὸς κλαίων· ποίαν δὲ ἐλπίδα ἔχει ὁ νοσῶν, ὅταν ἴδῃ τὸν ἰατρὸν κλαίοντα; ποίαν ἐλπίδα ἔχεις, ὅταν ἴδῃς τὸν ἀπεγνωκότα; τί ἔχεις χρηστὸν προσδοκῆσαι περὶ τοῦ νοσοῦντος; Καίτοι ἰατροὶ πολλάκις, καὶ εἰδότες τὴν τελευταίαν, ὥστε μὴ λυπῆσαι τοὺς προσήκοντας, τῇ φιλοσοφίᾳ νικῶσι τὸ πάθος, καὶ