1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

8

φαιδρὸν ἐπιδείκνυνται τὸ πρόσωπον τῆς ἑαυτῶν ὑπολήψεως, ἵνα μὴ καταβάλωσι τὰ φρονήματα τῶν νοσούντων. Ὅταν γὰρ ὁ νοσῶν ἴδῃ διαστρέφοντα τὴν ὄψιν τὸν ἰατρὸν, τί ἔχει χρηστὸν ἐλπίσαι; Ὧδε δὲ οὕτως ἐνίκησε τὸ νόσημα, ὡς αὐτὸν τὸν ἰατρὸν κλαίειν· τί ἔχω ποιῆσαι; ἕλκη, σηπεδὼν, σκώληκες, μυρία κακά. Οὐαὶ ἔθνος ἁμαρτωλόν! Ὁ δὲ ἄλλος καὶ θρήνους ὁλοκλήρους ἔγραψεν, ὁ Ἱερεμίας· ὁ μὲν πενθεῖ, ὁ δὲ θρηνεῖ, ὁ δὲ παρακαλεῖ· ὁ Θεὸς ἄνωθεν· Ἐγκαταλέλοιπα τὸν οἶκόν μου. Ποία ἐλπὶς λοιπὸν, ὅταν ὁ Θεὸς λέγῃ, Ἐγκαταλέλοιπα τὰ σύμπαντα, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν μου; Ὁ Ἠλίας κάτωθεν· Κύριε, τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν, κἀγὼ ὑπελείφθην μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Εἰ δὲ ἐν τῇ Ἰουδαίᾳ ταῦτα, ὅπου νόμος, ὅπου ναὸς, ὅπου κιβωτὸς, ὅπου θυσία Ἰουδαϊκή· τί ἦν ὅπου εἴδωλα, ὅπου κνίσσα καὶ καπνὸς, παράνομοι τελεταὶ, ἀσέβειαι· ὅπου τὰ πάθη ἐθεοποιεῖτο, ὅπου κυνῶν φωνὴν ἐμιμοῦντο, οἵτινες ἐπὶ τοῦ ∆ιονύσου ὠργιάζοντο δέρμα αἰγῶν καὶ κυνῶν φωνὴν, ἵνα πάντοθεν τὴν εὐγένειαν ἀπολέσωσι; Κύνας, χοίρους ἐποίησεν ὁ διάβολος, ἔχεις ἐποίησεν, ὄφεις εἰργάσατο, ἀσπίδας κατεσκεύασε λευκούς. Ὁ νόμος ἀτονεῖ, οἱ προφῆται κατηγοροῦσι. Τί οὖν, ἄθλιε; εἰσελθὼν καὶ εὑρὼν τὴν οἰκουμένην οὕτω κακουμένην, ἔμελλε τὸν οὐρανὸν καλλωπίζειν, καὶ ἀφιέναι τὸν νοσηρόν; Ἀλλ' οὐκ ἐποίησε τοῦτο, ἀλλ' ἔδραμεν ἐπὶ τὸν νοσοῦντα, δι' ὃν καὶ οὐρανὸς, δι' ὃν καὶ γῆ καὶ θάλαττα καὶ ἀὴρ καὶ τὰ ἄλλα πάντα. ∆ιὰ τοῦτο οὐδὲ οὐρανοῦ σχῆμα ἀνέλαβεν· οὐ γὰρ οὐρανὸν ἔμελλε θεραπεύειν, ἀλλ' ἄνθρωπον. ∆ιὰ τοῦτο τοῦ νοσοῦντος τὸ συγγενὲς ἀνεκτήσατο, καὶ ἔρχεται ὡς αὐτὸς ἐκεῖνος ὁ νοσῶν, οὐ νοσῶν αὐτός· Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ· ἀλλ' ἦλθε συγγενὲς ἔχων τῆς ἐκείνου φύσεως σκεῦος.

Οὐκ ἦλθε γυμνῇ τῇ θεότητι, ἵνα μὴ φύγῃ ὁ νοσῶν, ἵνα μὴ σοβήσῃ τὴν θήραν· ἀλλ' ὥσπερ ἰατρὸς πολλάκις εὐγενὴς ὢν καὶ ἐπιφανὴς, προγόνων ἔχων περιφάνειαν, καὶ σηρικὰ περιβεβλημένος ἱμάτια, ἐπειδὰν εἰσέλθῃ πρὸς πτωχὸν νοσοῦντα δεόμενον χειρουργηθῆναι, ἢ ἄλλο τι, ἀποδύεται τὰ ἱμάτια καὶ ἀφίησι τὴν περιφάνειαν καὶ λαμβάνει λέντιον, καὶ διαζώννυσιν ἑαυτὸν, μέλλων καίειν, μέλλων τέμνειν, καὶ οὐ ζητεῖ τὴν ἑαυτοῦ ἀξίαν, ἀλλὰ τὴν κηδεμονίαν τοῦ κάμνοντος· οὕτω καὶ ὁ ∆εσπότης τῶν ἀγγέλων ἐποίησεν, οὗ ἡ δόξα ἀνερμήνευτος· κατέβη ὡς ἄνθρωπος, διέζωσεν ἑαυτὸν λέντιον, διέζωσεν ἑαυτὸν, τὴν φύσιν τὴν ἡμετέραν, 64.32 ἐγένετο πτωχὸς ὁ πλούσιος, οὐκ ἀπολέσας τὸν πλοῦτον, ἀλλὰ κρύψας τὸν πλοῦτον· Γινώσκετε γὰρ, φησὶ, τὴν χάριν τοῦ Κυρίου, ὅτι δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Εἶδες πτωχείαν πλούτου μητέρα; εἶδες πενίαν περιουσίας ὑπόθεσιν; ὁ πλούσιος ἐγένετο πτωχὸς, ἵνα ἐγὼ ὁ πτωχὸς γενῶ πλούσιος. Ὡς ἰατρὸς περιεζώσατο λέντιον. Ποῦ κατέβη; Λέντιον περιεζώσατο· οὐκ ἤρκησεν αὐτῷ τῆς φύσεως ἡ περιβολὴ, ἀλλὰ καὶ σχῆμα δούλου ἀνέλαβεν, οὐ φύσιν δούλου μόνον.

Ἦλθε τοίνυν, νοσοῦσαν ηὗρε τὴν φύσιν τὴν ἡμετέραν, ἐγένετο τοῦτο ὅπερ εἰμὶ ἐγὼ, ἁμαρτίας μέντοι χωρίς· ἦλθεν εἰς τὴν καλύβην εἰς ἣν κατεκείμην· εἶδε σκώληκας, εἶδε σηπεδόνας, εἶδε δυσωδίαν πολλὴν, τὸν νόμον οὐ βοηθοῦντα, τοὺς προφήτας κατηγοροῦντας, τὴν ἁμαρτίαν ἐπικειμένην, τὴν ἐπιθυμίαν τοῦ κάμνοντος ἄτακτον, οὐκ ἐγκρατεύεσθαι βουλόμενον, οὐδὲ ἀνεχόμενον τῶν ἰατρῶν. Οὐ φονεύσεις, οὗτος ἐφόνευσεν. Οὐ μοιχεύσεις. Ἕκαστος πρὸς τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζεν· Οὐ κλέψεις. Ἀρὰ καὶ ψεῦδος καὶ μοιχεία καὶ κλοπὴ κέχυται ἐπὶ τῆς γῆς. Ἄλλα ἔλεγεν ὁ ἰατρὸς, καὶ ἄλλα ἐποίει ὁ νοσηρός. Τί γένηται; ὁ ἰατρὸς ἐπέταττεν, ὁ νοσηρὸς οὐχ ὑπήκουσε· τὸ νόσημα ηὐξάνετο, ὁ ἀνδραποδιστὴς διάβολος παρέμενε καθάπερ δοῦλος δραπέτης. Τί θέλεις; ψυχροποσίαν δίδωμι· τί θέλεις; κρέα δίδωμι, τὰ διαφθείροντά σου τὸν στόμαχον δίδωμι, τὰ ἐναντία τῷ ἰατρῷ. Ὁ ἰατρὸς ἐπέταττε,