1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

9

καὶ ἐξήρχετο· ὁ δραπέτης εἰσήρχετο κρύφα καὶ πάντα παρεῖχε. Πορνείαν θέλεις; ψεῦδος θέλεις; Ἐκεῖνος ἔλεγε· ταῦτα βούλομαι, οὐκ ἐκεῖνα ἃ λέγει ὁ ἰατρός· ταῦτα βούλομαι ἃ σὺ λέγεις. Τὰ σώματα ἄθλια ἀπώλλυτο. Θεὸς κατηγορεῖ, προφῆται κατηγοροῦσιν, ἐκεῖνος ὁ δήμιος παρέμενε, καὶ ἡ ἐπιθυμία τοῦ κάμνοντος πρὸς τὸν βλάπτοντα, οὐ πρὸς τὸν ὠφελοῦντα. Ἀπώλλυτο τὸ γένος, διέφθαρτο πάντα. Ἦλθεν ὁ ἰατρὸς ὁ εὔπορος ἐν ἀπόροις, ὁδὸν εὑρὼν ῥᾳδίαν καὶ εὔκολον καὶ σωτήριον. Ἐὰν εἴπω, φησὶ, Τὸ καὶ τὸ ποιήσατε, οὐ ποιοῦσι.

Πῶς; τὰ τοῦ νόμου οὐκ ἐδέξαντο, καὶ τὰ τῆς χάριτος ἔχουσι δέξασθαι; τὰ κάτω οὐκ ἐδέξαντο καὶ τὰ ἄνω ἔχουσι δέξασθαι; Ἐὰν εἴπω νηστείαν, ἐὰν εἴπω σάκκου περιβολὴν, ἐὰν εἴπω ἀκτημοσύνην, ἐὰν εἴπω παρθενείαν, γάμον οὐκ οἴδασι σεμνὸν, καὶ περὶ παρθενείας ἔχω εἰπεῖν; τὰ ἀλλότρια ἁρπάζουσι, καὶ περὶ ἀκτημοσύνης αὐτοῖς ἔχω εἰπεῖν; πορνεύουσι, μοιχεύουσι, καὶ σάκκου περιβολὴν ἔχω εἰπεῖν; Τί οὖν; γίνομαι ἄνθρωπος τέως ἐν τῇ σαρκὶ τῇ ἐμῇ, καὶ τῷ ἀπεῤῥιμμένῳ διαλέγομαι· καταργῶ τὴν ἁμαρτίαν τέως, ἀπὸ τοῦ γένους δείκνυμι ὑγιαίνοντα ἄνθρωπον· δείκνυμι τὴν αὐτὴν φύσιν, καὶ οὐ τὸ αὐτὸ πτῶμα· δείκνυμι ἄνθρωπον ἁμαρτίαν οὐ ποιήσαντα, οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ, ἵνα καὶ οὗτοι θεαταὶ ὄντες ἔχωσιν ἐλπίδα σωτηρίας, καὶ οἱ ἐπιβουλεύοντες ἀποφύγωσι, καὶ ἴδωσιν ἄνθρωπον μὴ ἔχοντα ἁμαρτίαν. Αἰσχύνου, διάβολε. Τοῦτο σάρξ ἐστι, τοῦτο σῶμά ἐστιν, ὃ ἔχει ὁ ∆εσπότης μου. ∆ιὰ τοῦτο περιήρχετο ἀεὶ λέγων, εἰ Υἱὸς ᾖ τοῦ Θεοῦ οὗτος ὁ ἄνθρωπος, πῶς οὐχ ἁμαρτάνει; πάντες οἱ ἄλλοι ὑπὸ ἁμαρτίαν εἰσίν. Οὐ γάρ ἐστι φύσεως ἁμαρτία, ἀλλὰ προαιρέσεως. Ἰδοὺ δίδωμι ἄνθρωπον ὑγιαίνοντα, σκεῦος ἐκκεκαθαρμένον καὶ ἀκηλίδωτον.

Καὶ στὰς ἐν μέσῳ δήμου ἔλεγε· Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; καὶ οὐδεὶς ηὗρεν εἰπεῖν τι. Τί οὖν νῦν; εἰσέρχεται πρὸς τοὺς νοσοῦντας τέως, λόγοις αὐτοὺς παρακαλῶν, ὥσπερ ἰατρὸς διὰ τῶν φαρμάκων· οὐδὲν ἔχεις πονηρὸν, ἐὰν σωφρονῇς· χαλεπὸν τὸ νόσημα, ἀλλὰ δύναται λυθῆναι. Παρακαλεῖ αὐτοὺς, ∆εῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· πεφορτισμένοι ἦσαν οἱ νοσηροί· φορτία γάρ ἐστι νόσος, ἀταξία, πορνεία κλοπὴ, ψεῦδος, ψευδομαρτυρία· οὐ γὰρ οὕτω φορτίον βαρὺ, ὡς συνειδὸς πονηρόν. Ἀλλ' ἐπειδὴ ὁ νοσῶν φοβεῖται τὸν ἰατρὸν, μάλιστα ὅταν χαλεπὸν ᾖ τὸ νόσημα, μή που σιδήριον ὀξύνῃ, μή που πῦρ καίῃ, καὶ πολλοὶ τῶν νοσούντων εἵλαντο ἐναποθανεῖν τοῖς νοσήμασιν, ἢ ὑπομεῖναι τὴν ὀδύνην τὴν ἀπὸ τῆς ἰατρείας. καὶ καρπώσασθαι τὴν ὑγείαν τὴν ἀπὸ τῆς ὀδύνης, ἵνα μηδεὶς φοβηθῇ τοῦτο ὅτι· οὗτος ἦλθε, φησίν· Ἀπαιτεῖ ἡμᾶς εὐθύνας τῶν ἁμαρτημάτων· ἀπαιτεῖ ἡμᾶς τῶν πλημμελημάτων· κολάσαι ἡμᾶς ἔχει, καὶ τότε ἡμᾶς διορθοῦται· ἵνα μηδεὶς τοῦτο ἐννοήσας φύγῃ· ∆εῦτε, φησὶ, πρός με. Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον 64.33 ἀλλ' ἵνα σώσω τὸν κόσμον. Οὐδὲν βαρύ· οὐκ ἔχω σιδήριον, οὐκ ἔχω πῦρ καῖον, οὐ καίω, οὐ τέμνω· ἀνώδυνος ἡ ἰατρεία, χωρὶς πόνου ἡ θεραπεία. Εἰ οὐ πιστεύετε, βλέπετε τὴν πόρνην, βλέπετε τὸν λῃστὴν, βλέπετε τοὺς Μάγους, τὸν τελώνην, τὴν Χαναναίαν· ὑπόδειγμα ὑμῖν ἔδωκα ἐκ προοιμίων· μὴ ἔκαυσα; μὴ ἔτεμον; οὐκ ἐδάκρυσε μόνον ἡ πόρνη, καὶ παρθένων ἐγένετο σεμνοτέρα; οὐ προσεκύνησαν οἱ Μάγοι, καὶ εὐαγγελισταὶ ἐγένοντο; οὐκ ἦλθεν ἡ Χαναναία, καὶ τὴν ἰατρείαν ἔλαβε τοῦ θυγατρίου; Οὐκ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω.

∆εῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι. Ταῦτα λέγω τὰ ῥήματα· ∆εσπότης εἰμὶ, οὐ χρείαν ἔχω, οὐκ εἰμὶ δοῦλος ὑποκείμενος νόμῳ· κατηγορεῖ σου ὁ νόμος, ἀλλὰ λύω τὴν κατηγορίαν· αὐτὸν τὸν κατήγορον παύω. Πῶς; Ἔπαυσε γὰρ αὐτὸν ἡ χάρις· κατηγοροῦσιν οἱ προφῆται, ἀλλὰ μείζονα δίδωμι τὴν ἐλευθερίαν. Ἐλθὼν τοίνυν καὶ εὑρὼν τὴν φύσιν κακῶς ἔχουσαν, καὶ τοὺς μὲν ἐν πορνείᾳ, τοὺς δὲ ἐν μοιχείᾳ, κνίσσαν καὶ καπνὸν τὸν ἀέρα μολύνοντα, τὰ ἄλλα πάντα, τί ποιεῖ;