1

 2

 3

2

μόνον τὸν λῃστὴν ἀπὸ τοῦ ξύλου ἁρπάσαι, καὶ εἰς παραδείσου τρυφὴν κυλῖσαι· οὗτος ὁ κόκκος τὴν πλευρὰν λόγχῃ νυχθεὶς, ποτὸν ἀθανασίας τοῖς διψῶσιν ἐπήγασεν· οὗτος ὁ κόκκος τοῦ σινάπεως ἀπὸ τοῦ ξύλου κατενεχθεὶς καὶ εἰς κῆπον τεθεὶς, πᾶσαν τὴν ὑπουράνιον τοῖς κλάδοις ἐσκέπασεν· οὗτος ὁ κόκκος τοῦ σινάπεως ἐν κήπῳ τε θεὶς, καὶ τὰς ἑαυτοῦ ῥίζας εἰς ᾅδην ἐκπέμψας, καὶ τὰς ἐκεῖ ψυχὰς συλλαβόμενος, ἐν τριημέρῳ εἰς οὐρανὸν ἀνεκόμιζεν· οὗτος ὁ κόκκος τοῦ σινάπεως ἐπὶ ξύλου συντριβεὶς τὸν ἀντίδικον ἡμῶν ὄφιν δριμύξας ἐσκό τωσε, καὶ τὸν ᾅδην ἐξυπνίσας εἰς τὸν ὅθεν ἀπελείπετο τόπον πάλιν ἀπέστρεψεν. Ὁμοία οὖν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἰδίῳ κήπῳ. Σπεῖρον τοῦτον τὸν κόκκον τοῦ σινάπεως ἐν τῷ κήπῳ τῆς ψυχῆς σου, ἵνα λέγῃς καὶ σύ· Ἐξέγειρον, βοῤῥᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου.

Ἐὰν ἔχῃς τοῦτον τὸν κόκκον τοῦ σινάπεως ἐν τῷ κήπῳ τῆς ψυχῆς σου, ἐρεῖ καὶ σοὶ ὁ προφήτης· Καὶ ἔσται ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ ἧς μὴ ἐξέλιπεν ὕδωρ· ἐὰν ἔχῃς τοῦτον τὸν κόκκον ἐν τῷ κήπῳ τῆς ψυχῆς σου, καὶ τοῦ μύρου αὐτοῦ μεταλάβῃς, λέγεται καὶ σοί· Ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ λιβάνου· τουτέστι τῶν σαρκικῶν σου ὀσμὴ ὡς ὀσμὴ λιβάνου. Κῆπος κε κλεισμένος, πηγὴ ἐσφραγισμένη, αἱ ἀποστολαί σου. Οὗτος ὁ κόκκος τοῦ σινάπεως ἐπὶ ξύλου συντριβεὶς, καὶ ζύμη γεγονὼς ὑπὸ τῆς παντέχνου καὶ ἀθανάτου σοφίας, μιγεὶς εἰς σάτα τρία ἀλεύρου, τουτέστιν εἰς ψυχὴν καὶ σῶμα καὶ πνεῦμα, τὴν πᾶσαν ἀνθρωπότητα εἰς μίαν πίστιν ἐζύμωσε. Τούτου τοῦ μυστηρίου τὴν εἰκόνα Ἀβραὰμ καὶ ἡ τούτου σύνευνος Σάῤῥα, οἰκοῦν τες ἐν τῇ σκηνῇ ὑπὸ τὴν δρῦν τῆς Μαμβρὴ, οἰκείαις χερσὶν ἐζωγράφησαν. Ἀναγκαζόμεθα γὰρ, ἀγα πητοὶ, παρεκβαίνειν τὸν λόγον· τίς ὁ Ἀβραὰμ, τίς ἡ Σάῤῥα, τίς ἡ δρῦς, τίς ἡ σκηνὴ, ἢ τίνες οἱ ἐγκρυ 64.24 φίαι, διὰ τί ἐκεῖ τρία μέτρα σεμιδάλεως καὶ ὧδε ἀλεύρου, ἀναγκαῖον δι' ἀκριβείας διελθεῖν τὸν λόγον.

Τίς ἂν εἴη Ἀβραάμ; ἑρμηνεύεται, πατὴρ ἐκλεκτὸς πλήθους. Τίς δὲ ἂν εἴη πατὴρ ἐκλεκτὸς, εἰ μὴ ὁ Θεός; περὶ οὗ, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Τί δὲ ἡ Σάῤῥα; ἑρμηνεύεται, ἄρχουσα καὶ ἡγεμονίς. Τίς δ' ἂν εἴη ἄρχουσα καὶ ἡγεμονεύουσα ἡμᾶς, εἰ μὴ πάντως ἡ τοῦ Πατρὸς σοφία; ἢ τίς ἡ σκηνὴ ὑπὸ τὴν δρῦν τὴν Μαμβρή; πάντως ἡ Ἐκκλησία ὑπὸ τοῦ σταυροῦ σκεπομένη. Τῇ δρυῒ παρείκασται ὁ σταυρὸς διὰ τὸ ἰσχυρὸν εἶναι τὸ ξύλον καὶ ἀνένδοτον. Τί τὰ τρία μέτρα τῆς σεμιδάλεως; ἦ πάντως καθὼς προεῖπον ἡ ἀνθρωπότης, ἡ ἐκ ψυχῆς καὶ πνεύματος καὶ σώματος συγκειμένη. Οὕτω γὰρ ἐδίδαξεν ἡμᾶς ὁ Ἀπόστολος λέγων· Ὁ δὲ Θεὸς φυλάξει ὑμῶν τὸ σῶμα, καὶ τὴν ψυχὴν, καὶ τὸ πνεῦμα.

Λαμβάνει οὖν ἡ τοῦ Θεοῦ σοφία Σάῤῥα, ἡγεμόνισσα ἢ ἄρχουσα, λαμβάνει σῶμα, ψυχὴν καὶ πνεῦμα, καὶ ἐγκρύπτει τῷ πυρὶ, τουτέστι τῇ ἀσβέστῳ θεότητι λαμπαδουχοῦσα, καὶ ποιεῖ τρεῖς ἐγκρυφίας, τουτέστιν ἐν τῷ κρυπτῷ τῆς σαρκὸς ἡμῶν, τὴν εἰς Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα ὁμολογίαν. Ἁρμοζόντως ὑμῖν, ἀγαπητοὶ, ἀνεγνώσθη τὸ Εὐαγγέλιον. Κόκκος σινάπεως, καὶ ζύμη· ἡ ζύμη εἰς ἄρτους μεταλλεύεται, ὁ κόκκος εἰς λάχανα· ἄρτοι δὲ καὶ λάχανα ἐφόδια νηστειῶν, ἐφ' ἃς ὁ Ἰησοῦς ὁ Κύριος ἡμᾶς ὁδηγήσειεν ἀμέμπτως, τὸν τῆς νηστείας δρόμον ἐκπληροῦντας. Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως. Οὐκ ἄλλως πως δυνησόμεθα νοῆσαι τὴν δύναμιν τῆς παραβολῆς, ἐὰν μὴ πρῶτον τὴν οὐσίαν, τὴν χρόαν καὶ τὸ μέγεθος κατανοήσωμεν. Ἔστι γὰρ τὸ σίναπι μεγέθει μὲν μικρὸν, σπαρὲν δὲ καὶ φυόμενον ὑπερβάλλει πᾶσαν λαχάνων αὔξησιν, καὶ τῷ ὕψει ὑπερφέρον, καὶ τῷ πλήθει τῶν κλάδων ὑπερνικᾷ τὰ ἄλλα, καὶ τῇ τῶν φύλλων πολυπληθίᾳ· ἔστι γὰρ σκιᾶς ἐργαστικὸν, ὡς καὶ ὄρνεα ἐφιπτάμενα δύνασθαι ἐφιζάνειν ἐπ' αὐτὸ, καὶ ἀναπαύεσθαι.