1

 2

 3

3

Ἔστι δὲ καὶ τῇ γεύσει πάνυ καλὸν, καὶ τῇ ποιότητι θερμαντικὸν, καὶ τῶν ἔνδον ἰατικόν. Τοῦ δὲ ἄλλου μὲν οὐδενὸς πετεινοῦ βρῶμα γίνεται, μόνον δὲ ἀνθρώπου. Καὶ ἔξωθεν μέν ἐστι πυῤῥὸν, ἔσωθεν δὲ φαίνεται λευκόν. Καὶ αὕτη μὲν ἡ τοῦ λαχάνου φύσις, καὶ τοῦ σπέρματος ἐγκώμιον. Εἰ δὲ μετ' ἀκριβείας ἐξετάσαι θελήσωμεν εὕροιμεν ἂν τὴν παραβολὴν ἁρμόζουσαν ἐπ' αὐτοῦ τοῦ Σωτῆρος. Οὗτος γάρ ἐστιν ὁ μικρὸς μὲν τῇ ὄψει· οὗτος ὁ βραχὺς ἐν κόσμῳ, καὶ ἐν οὐρανῷ μέγας· οὗτος καὶ υἱὸς ἀνθρώπου καὶ Θεὸς, ὢν δὲ υἱὸς Θεοῦ, οὗτος ὁ ἀναρίθμητος, ὁ ἀΐδιος· οὗτος ὁ ἀόρατος, ὁ ἐπουράνιος, ὁ ὑπὸ μόνων πιστῶν ἀνθρώπων ἐσθιόμενος· οὗτος ὁ συντριβεὶς, καὶ μετὰ τὸ πάθος γενόμενος λευκὸς ὡς γάλα· οὗτος ὁ μείζων πάντων λαχάνων τῶν ἄλλων· οὗτος ὁ ἀδιαίρετος τοῦ Πατρὸς Λόγος· οὗτος εἰς ὃν τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῖ, τουτέστι προφῆται καὶ ἀπόστολοι καὶ πάντες κλητοί· οὗτος ὁ τὰ τῆς ψυχῆς πάθη διὰ τῆς ἰδίας αὐτοῦ θερμότητος ἀνακαθαίρων, ὑφ' ὃν δροσιζόμεθα, ὑφ' ὃν ἐκ τοῦ κοσμικοῦ καύσωνος σκεπόμεθα· οὗτος ὁ διὰ θανάτου εἰς γῆν σπαρεὶς, κἀκεῖ καρποφορήσας, τριήμερος τοὺς ἁγίους ἀναστήσας ἐκ τῆς τῶν νεκρῶν ταφῆς· οὗτος ὁ δι' ἀναστάσεως μείζων παντὸς προφήτου φανείς· οὗτος ὁ τῇ τοῦ Πατρὸς ἀποῤῥοίᾳ σώζων τὰ πάντα· οὗτος ὁ ἀπὸ γῆς ἀνθήσας εἰς οὐρανοὺς, ὁ ἐν τῷ ἰδίῳ ἀγρῷ σπαρεὶς, ὁ ἐν τῷ κόσμῳ καὶ τοὺς ἐπ' αὐτῷ πιστεύοντας προσάγων τῷ Πατρί. Ὦ ζωῆς σπέρμα ὑπὸ Θεοῦ Πατρὸς εἰς γῆν σπαρέν! ὦ ἀθανασίας φυτὸν τοὺς ὑπὸ σοῦ τρεφομένους εἰς Θεὸν καταλλάσσων! ὦ δένδρον ὑψηλὸν, ὑπὸ μόνου Πατρὸς γεωργούμενον!

Τοῦτο τὸ δένδρον ἐκ πατρικῆς ἀνέτειλε καρδίας· τοῦτο τὸ φυτὸν ἐν οὐρανοῖς μὲν τὰς ῥίζας ἔχει, φανὲν δὲ ἐν κόσμῳ ὑπὸ ἀνθρώπων τρυγᾶται. Ὦ φυτεία ὀφθεῖσα εἰς γῆν, καὶ εἰς οὐρανοὺς ἀνθήσασα! ὦ σπέρμα μικρὸν μὲν ὁραθὲν, παρὰ δὲ τῷ Πατρὶ μείζω τῶν ἁπάντων! Τοῦτο τὸ φυτὸν καὶ τοῖς εἰς ᾅδου ἀνέτειλε νεκροῖς· τούτου ὁ καρπὸς ἀνάστασις ἀνθρώπων γέγονε· τοῦτο τῷ θανάτῳ θανατηφόρον κατήνεγκε βέλος· τούτῳ ταρτάρου τοῖχοι κλίναντες δυσκαμπὲς γόνυ προσεκύνησαν· τούτου οἱ κλάδοι πάντα τὸν κόσμον ἐσκέπασαν· τοῦτο ὑπὸ ἁγίου 64.25 Πνεύματος κινεῖται· τούτου οὐχ ἅπτεται καύσων· ὑπὸ τούτῳ τῷ φυτῷ εὐφραίνου καὶ χόρευε μετ' ἀγγέλων, 64.26 δοξάζων τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.