1

 2

 3

 4

 5

 6

 7

 8

2

τοὺς πλανωμένους τὴν ἑκούσιον πλάνην, ἐξέλθω πρὸς τοὺς ῥᾳθύμους, ἐξέλθω πρὸς τοὺς ἀπόρους ὁ εὔπο ρος, ἵνα τοὺς ἀπόρους εὐπόρους ἐργάσωμαι; ἐξέλθω πάλιν πρὸς τὴν τῶν ἐργατῶν συλλογήν; Ἐγὼ τὸ ὀφει λόμενον ποιήσω· καλέσω καὶ πάλιν τοὺς πένητας. Ἐμόν ἐστι τὸ προτρέψαι, ἐκείνων τὸ πεισθῆναι· ἐμόν ἐστι τὸ θελῆσαι δοῦναι μισθὸν, ἐκείνων ἐστὶν τὸ θελῆσαι λαβεῖν· ἐὰν ὑπακούσωσί μοι, καὶ ἐμοὶ καὶ ἑαυτοῖς χαριοῦνται· ἐὰν δὲ παρακούσωσί μου, ἑαυτοὺς ζημιώσουσιν· ἐμοὶ γὰρ οὐ λείψουσι γεωργοὶ δυνάμενοι περισκάψαι καὶ περιβοθρεῦσαι καὶ περικλαδεῦσαι τὰ κλήματα· οὐ δύ ναται ὁ ἐμὸς ἀμπελὼν μεῖναι κεχερσωμένος ἢ ἄκαρπος. Καὶ ἐξελθὼν περὶ τὴν τρίτην ὥραν, εἶδεν ἄλλους ἐν τῇ ἀγορᾷ ἀργοὺς, κἀκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου.

Καὶ ποῦ ἦτε πρωΐ; ποῦ ἦτε τὰς προλαβούσας ἡμέρας; πῶς οὐκ ἐζητήσατέ με τὸν εἰς ζήτησιν ὑμῶν ἀφικόμενον; πῶς οὐκ ὠρθρίσατε πρὸς τὸ συμφέρον ὑμῖν; Οὕτως ἀγνοεῖτε τῆς εὐσεβείας τὰς ἀκτῖνας, ὅτι τὴν ἡμέραν νύκτα νομίζετε; καὶ λάμ ποντος τοῦ φωτὸς τῆς ἀληθείας, ὑμεῖς τί καρηβαρεῖτε καὶ νυστάζετε; Νῦν γοῦν ἐξυπνίσθητε, νῦν γοῦν γρηγο ρήσατε, νῦν γοῦν ἐπιστρέψατε, νῦν γοῦν σωφρονήσατε. Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου Βλέπετε, πῶς ὑμᾶς ἀγαπῶ· οὐ περιώρισα τῷ ὄρθρῳ τὸ κήρυγμα, οὐκ ἀπετείχισα τοῖς δευτέροις τὴν πρόσοδον, οὐ περι 59.580 έκλεισα τῇ πρώτῃ κλήσει τὴν ὑμετέραν ἐπιστροφήν· πᾶσαν ὥραν ὑμῖν ἐχαρισάμην πρὸς μετάνοιαν· πᾶσαν ἡλικίαν ἐναγκαλίζομαι. Κἂν βρέφη προσενεχθῇ μοι, χαίρων προσίεμαι· ἐγὼ γάρ εἰμι τῶν βρεφῶν δημιουρ γὸς, καὶ πατὴρ καὶ μήτηρ, καὶ τροφεὺς καὶ τροφή· κἂν παῖδες ὑποψελλίζοντες προσφύγωσιν, ἥδομαι· κἂν νεώ τεροι προσχωρήσωσιν, μᾶλλον εὐφραίνομαι· κἂν ἄνδρες τέλειοι προσδράμωσιν, ὑποδέχομαι· πάντας τοὺς μετὰ πίστεως προστρέχοντας ὡς ἀδελφοὺς ἐμοὺς περιπτύσσο μαι. Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα. Οὐ λογί ζομαι τῶν παρελθουσῶν ὡρῶν τὴν ζημίαν, ἐὰν ἴδω προθυμίαν ταλαντευομένην τῇ ῥᾳθυμίᾳ· οὐ μειῶ τῆς ἡμέρας τοὺς μισθοὺς, ἐὰν τοὺς προφθάσαντας ὑμᾶς ἐπι φθάσαι σπουδάζητε. Ἄφετε τὸν ἀμπελῶνα τῶν Ἰουδαίων τὸν ἀγνώμονα, τὸν ἀχάριστον, τὸν ὄξος μόνον ἐπιστά μενον γεωργεῖν· καταλείπετε τὴν ἄμπελον τὴν ἐξ Αἰ γύπτου μεταφυτευθεῖσαν, καὶ τῆς Αἰγυπτιακῆς εἰδωλο λατρείας τὴν πικρίαν περιφέρουσαν, καὶ βότρυν πικρίας μαθοῦσαν βλαστάνειν τῷ φυτουργῷ, καὶ πρὸς τὸν ἐμὸν ἀμπελῶνα μετάστητε· Καὶ ὃ ἐὰν ᾖ δίκαιον, δώσω ὑμῖν. Οὐκ εἰμὶ ἄδικος, κατὰ φύσιν δίκαιος πέφυκα· οὐκ εἰμὶ πλεονέκτης, ὁ κατὰ τῆς πλεονεξίας νόμους ἐκθέ μενος· οὐκ εἰμὶ ἀγνώμων περὶ τοὺς εὐγνώμονας δού λους, οὐκ εἰμὶ μικρόλογος ἢ μικρόψυχος περὶ τοὺς μεγα λοψύχους περὶ ἐμέ· δώσω ὑμῖν μισθοὺς παριόντας τοὺς πόνους· χορηγήσω δωρεὰς νικώσας τοὺς ἱδρῶτας ὑμῶν.

Πάλιν ἐξῆλθε περὶ τὴν ἕκτην καὶ ἐννάτην ὥραν, καὶ ἐποίησεν ὡσαύτως. Οὐ καταλιμπάνω καιρὸν οὐ δένα· σαγηνεύω τοὺς θέλοντας, καὶ οὐ κάμνω τοὺς κάμνοντας ἐν ταῖς ἁμαρτίαις πρὸς δικαιοσύνην καλῶν. Ἐξῆλθον ἅπαξ, καὶ θηρεύσας ὑπέστρεψα ἐξῆλθον δεύτερον, καὶ ζωγρήσας ἀνέκαμψα· ἐξῆλθον τρίτον, καὶ πλουτήσας ἐπανελήλυθα· ἐξῆλθον τέταρτον περὶ τὴν ἐννάτην ὥραν, καὶ λαβὼν ἥκω τινάς. Ὅσον συνεχῆ ποιοῦμαι τὸν δρόμον, τοσοῦτον θερμότερον ἀναφλέγω τὸν πόθον· ὅσους ἐὰν προσάγωμαι, τοσούτους ἄλλους ποθῶ· κἀκείνους εὑρὼν, ἑτέρους ἐπιζητῶ· θέλω γὰρ πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.

βʹ. Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν, εὗρεν ἄλλους ἑστῶτας ἀργούς. Οὐ

παύομαι γυμνῶν τὸν διά βολον, ἕως ἂν ὁ βίος οὗτος παρείη· οὐ παύσομαι λῃ στεύων τὸν θάνατον, τὸν δεινὸν κλέπτην τῆς ἀνθρωπό τητος· οὐκ ἀνέχομαι τοὺς ἀπὸ γνώμης οἰκείας γενομέ νους θνητοὺς μὴ μεταβαλεῖν πρὸς ἀθανασίαν, ἕως αὐτῆς αὐτῶν τελευταίας ἀναπνοῆς. ∆ιὰ τοῦτο οὐδὲ τῆς ἑνδε κάτης ὥρας