1

 2

 3

 4

 5

 6

 7

 8

4

Ἕως ἔχετε μικρὰν ἔτι προθεσμίαν ζωῆς, πραγματεύσασθε· μὴ περιμείνητε τῆς ἀῤῥωστίας τὴν ἀνάγκην λαβεῖν τῆς ὑμετέρας γνώμης τὸν στέφανον. Μὴ βουληθῆτε παρὰ τὸν καιρὸν τοῦ θανάτου μεταβα λέσθαι τὰ τῆς ἀθανασίας ἐφόδια· ἐν ζωῇ τὴν ζωὴν ἐμπο ρεύσασθε· ἐν ὑγείᾳ καὶ νήψει τὸ τάλαντον ὑποδέξασθε, ἵνα καὶ τὴν ἐργασίαν κερδάνητε. Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα· καὶ ὃ ἐὰν ᾖ δίκαιον, λήψεσθε, Καὶ ὑπὲρ τὸ δίκαιον, λήψεσθε· μόνον μετανοήσατε, μόνον προσέλθετε, μόνον γίνεσθε μετ' ἐμοῦ. Οὐ μέμ ψεσθέ μου τὴν προτροπήν· οὐδεὶς γὰρ ἐμοὶ πιστεύσας ἀπῆλθεν ἀχαριστῶν, οὐδὲ ὁ ἐμοὶ διακονήσας ἔμεινεν ἔτι πτωχός. Οὕτως ὁ οἰκοδεσπότης τοῦ οἴκου τούτου τὸν ἀμπελῶνα τοῦτον ἀνεπλήρωσεν. Ὀψίας δὲ γενομένης. Ἤδη τῆς παρούσης ζωῆς ὡς ἡμέρας ὑποῤῥευσάσης, ἤδη παραγενομένης τῆς μακρᾶς τοῦ θανάτου νυκτὸς, ἤδη τῆς ἀναστάσεως τῶν νεκρῶν ἀνατειλάσης, ὥσπερ ὄρθρου τινὸς ἑσπέραν μὴ κεκτημένου διάδοχον, λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας.

Κάλεσον πάντας τοὺς ἐξ Ἀδάμ· κάλεσον τὸν Ἄβελ τὸν διὰ θυσίαν τυθέντα· κάλεσον τὸν Ἐνὼχ τὸν εὐαρεστήσαντα, καὶ μετατεθέντα· κάλεσον τὸν Νῶε τὸν τῆς ναυαγησάσης φύσεως καλὸν κυβερνήτην· κάλε σον τὸν πιστότατον Ἀβραὰμ, τὸν φιλόθεον μᾶλλον ἢ φι λότεκνον, τὸν στρατευσάμενον κατὰ τῶν σπλάγχνων αὐτοῦ, τὸν τηρήσαντα τὴν πίστιν· κάλεσον τὸν Ἰωσὴφ τὸν τῆς σωφροσύνης ἐργάτην, κάλεσον τοὺς πατριάρχας, κάλεσον τοὺς προφήτας· κάλεσον τὸν Ἠλίαν τὸν καλῶς ἡνιοχήσαντα καὶ γενόμενον ἡνίοχον πυρίνων ἁρμάτων· κάλεσον τοὺς ἀποστόλους, τοὺς τῆς Καινῆς ∆ιαθήκης φωστῆρας· κάλεσον τοὺς μάρτυρας, καὶ τοὺς μιμησα μένους μου τὸν ὑπὲρ αὐτῶν θάνατον· κάλεσον Στέφα νον τὸν δι' ἐμὲ λιθασθέντα· κάλεσον Βαρλαὰμ τὸν διὰ φυλακὴν τοῦ ἀμπελῶνος κατακαέντα τὴν δεξιάν· κάλε σον πάντας τοὺς καλῶς κοπιάσαντας· κάλεσον τοὺς τὰ ἐμὰ καλλιεργήσαντας κτήματα, Καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν.

Ἄνοιξον τοὺς ἐμοὺς θησαυροὺς, ἄνοιξον τὰς ἐμὰς ἀποθήκας, ἄνοιξον τὰ φαιδρὰ τῆς ἐμῆς βασιλείας βασίλεια· προκόμισον τοὺς βασιλικοὺς στεφάνους, προ κόμισον τὰ θεῖα βραβεῖα· μὴ φείσῃ μηδενὸς τῶν ἐμῶν 59.582 κειμηλίων. Οὐκ ἐφείσαντο γὰρ οὗτοι τῶν οἰκείων ψυχῶν δι' ἐμέ. Στεφάνωσον τὰς κεφαλὰς τῶν ἀθλησάντων, ὡς ἠβουλόμην ἐγώ· ἔμβαλε τὰ βραβεῖα ταῖς καμούσαις χερσίν. Μηδεὶς ἀστεφάνωτος ἐντεῦθεν ἐξέλθῃ, μηδεὶς ἀγέραστος ὑποστρέψῃ, μηδεὶς ἀποστερηθῇ τῶν ἀμοιβῶν· πάντες πλουτήσωσιν, πάντες χορεύσωσιν, καὶ ἴδωσιν, ἐπὶ τίσιν ἐμισθωσάμην αὐτούς· ἴδωσιν, ποίων οἱ πειθό μενοι ἐμοὶ τυγχάνουσιν ἀγαθῶν· ἴδωσι, ποίων δωρεῶν ἑαυτοὺς ἀποστεροῦσιν οἱ καλούμενοι, καὶ παραγενέσθαι μὴ βουλόμενοι. Ἀπόδος αὐτοῖς τὸν μισθὸν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων, ἕως τῶν πρώτων, τοὺς ἐσχάτους πρώτους εὐφραίνων ταῖς δωρεαῖς· οὗτοι γὰρ μάλιστα χρείαν ἔχουσι τῆς ἐμῆς ἀγαθότητος. Ἐκεῖνοι μέντοι πρώϊθεν εὐθέως ἅμα τῇ ἡμέρᾳ τῶν πόνων ἀρξάμενοι, αὐτὴν τὴν ἡμέραν καὶ τὰς ὥρας καὶ τὰς ἀρετὰς καὶ τοὺς ἀγῶνας καὶ τὰς συνθήκας συνηγόρους ἔχουσιν· οὗτοι δὲ ἔσχατοι, πάντων τούτων ἔρημοι καθεστῶτες, πρὸς μόνην τὴν φιλανθρωπίαν τὴν ἐμὴν ἀποβλέπουσιν. Τούτοις οὖν τοῖς ἐσχάτοις πρώτοις ἐπίδος τὰ δῶρα, καὶ τότε τοῖς πρώτοις ἐπιδώσεις τὰς ἀμοιβάς. Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν, ἔλαβον ἕνα δηνάριον. Καὶ τοῦτο περιχαρῶς ἐν ταῖς ἑαυτῶν χερσὶ περι στρέφοντες ἔλεγον· Ἐκινδυνεύσαμεν ἀπιστεῖν τοῖς ἀγα θοῖς· ᾔδεισαν γὰρ οὐδὲν ἄξιον ὧν ἔλαβον ἐργασάμενοι. Ὁρῶντες δὲ τὸ δῶρον τοῖς ὀφθαλμοῖς, καὶ ταῖς παλά μαις τὴν χάριν κατέχοντες, ἐχόρευον, ἐπανηγύριζον ἐπὶ τοῖς παρ' ἐλπίδα καλοῖς. Ἐλθόντες δὲ οἱ πρῶτοι ἐνό μισαν, ὅτι πλείονα λήψονται, καὶ ἔλαβον καὶ αὐτοὶ ἕνα δηνάριον. Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, λέγοντες· Οὗτοι οἱ ἔσχατοι. Ὁ δε σπότης τῷ λόγῳ παρήγαγεν, οὐχ ἵνα τοῖς τιμωμένοις φθονήσωσι (χαίρουσι γὰρ, οὐκ ἀγανακτοῦσι πάντων