1

 2

 3

 4

 5

 6

 7

 8

5

σωζομένων οἱ ὅσιοι), ἀλλ' ἵνα δείξῃ τὴν οἰκείαν φιλαν θρωπίαν τοιαύτην οὖσαν, ὥστε καὶ τοῖς ἀφθόνοις, εἰ ἐνεχώρει, φθόνον τεκεῖν.

γʹ. Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, λέγοντες, Οὗτοι οἱ

ἔσχατοι, οὗτοι οἱ γεγηρακότες, οὗτοι οἱ μόλις τὴν σὴν δεσποτείαν ἐπεγνωκότες, οἱ μόλις τὰ γόνατα πρὸς τὴν σὴν προσκύνησιν κάμψαντες, οἱ μόλις τοῖς ὑποτρόμοις δακτύλοις τοῦ σωτηρίου σου σταυ ροῦ τὸ σύμβολον τοῖς μετώποις ἐπιχαράξαντες, οἱ μὴ βα στάσαντες κοφίνους πειρασμῶν, οἱ μὴ κρατήσαντες δι κέλλας συμφορῶν· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίη σαν. Εἶδον μόνον τὸν σὸν ἀμπελῶνα, τοῖς ὀφθαλμοῖς ἡμῖν μόνοις ἐκοινώνησαν τῆς ἐργασίας, τὰς ὄψεις αὐτῶν ὑπέδειξαν, οὐ κατώρθωσαν πράξεις τινάς· μάρτυρες τῶν μόχθων, οὐ μερισταὶ γεγόνασιν· Καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέ ρας καὶ τὸν καύσωνα; Ἡμεῖς ἐφλέχθημεν ταῖς ἡδοναῖς, ἀλλ' οὐκ ἐσβέσθημεν ταῖς ἀρεταῖς· ἡμεῖς ἐδιώχθημεν διὰ σὲ, ἡμεῖς μυρίους ὑπεμείναμεν πόνους, ἵνα τὴν σὴν οὐ σίαν πλατύνωμεν· καὶ βαδίζομεν ἐντεῦθεν λαβόντες μι σθοὺς ὁμοίους τοῖς μὴ κεκμηκόσιν ὁμοίως ἡμῖν· ὁ πόνος ἀνόμοιος, καὶ τὸ κέρδος προσόμοιον· ὁ κόπος ἄνισος, καὶ τὸ κλέος ἐφάμιλλον.

Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν. Ἵνα μίαν ὥραν ἐγγύς σου κλαύσῃ γυνὴ πόρνη, καὶ λύσῃ τὰς τρίχας, ἃς ἔπλεκε πρὸ τούτου κα κῶς, καὶ φιλήσῃ τοὺς ἀχράντους σου πόδας σώφροσι χείλεσι, καὶ προσενέγκῃ σοι τῷ οὐρανίῳ μύρον ἐπίγειον, ἔδωκας αὐτῇ πρέσβεια θυγατρὸς καὶ παρθένου. Ἵνα μίαν ὥραν ἐσταυρωμένος λῃστὴς ἐπὶ τοῦ σταυροῦ σοι προσ φύγῃ καὶ βοήσῃ, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, ὑπὲρ μόνης τῆς φωνῆς ταύτης ἀνέῳξας αὐτῷ τὸν παράδεισον. Ἵνα μίαν ὥραν μετανοήσῃ Παῦλος ὁ διώκτης, ὁ πολέμιος, Εὐαγγελιστὴς ἀναδέδει κται. Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. Τί οὖν πρὸς τοὺς οὕτω δια κειμένους ὁ φιλάνθρωπος Κύριος; Ἀποκριθεὶς ἑνὶ αὐ τῶν εἶπε· Ἑταῖρε, οὐκ ἀδικῶ σε. Ὢ φιλανθρωπίας ἀνυπερβλήτου! ὁ ∆εσπότης ὑπὲρ τῶν δούλων τῷ δούλῳ δικάζεται· ὁ κριτὴς ὑπὲρ τῶν κρινομένων ἀπολογεῖται τῷ κατηγόρῳ. Ἑταῖρε, οὐκ ἀδικῶ σε.

∆ίκασαί μοι κατὰ λόγον, ἑταῖρε, καὶ μὴ ἀδίκως λυποῦ· διαλέχθητί μοι νομίμως, καὶ μὴ παρανόμως δυσχέραινε· εἰπὲ, τί ἠδικήθης αὐτὸς, τιμηθέντος τοῦ συνδούλου σου; εἰπὲ, τί ἐβλάβης αὐτὸς, συμβασιλεύοντος ἔτι τοῦ σοῦ ἀδελφοῦ; Οὐκ ἔλαβες, δι' ὃ ἔκαμες; οὐχ ὑπεδέξω τῆς ἡμέρας 59.583 ὅλης τέλειον τὸν μισθόν; οὐκ ἀπέλαβες, ὅπερ ἐπόθεις; τί οὖν ἄλλο πλέον ζητεῖς; Οὐχὶ δηναρίου συνεφώνη σάς μοι; Ὑπόμνησον ἑαυτὸν τῶν ἐμῶν ὑποσχέσεων, ἐφ' οἷς ἐμισθωσάμην σε τὴν ἀρχήν. Εἰ παρὰ τὰ συγκεί μενα ἐποίησά τι, δικαίως ἀγανακτεῖς· εἰ δὲ τὰς συνθήκας ἐπλήρωσα, μάτην ἐγκαλεῖς τῷ ἀνεγκλήτῳ. Οὐχὶ δηνα ρίου συνεφώνησάς μοι; Μή τι τῶν σῶν ἐμείωσα δω ρεῶν; μὴ τὰ σὰ λαβὼν ἑτέροις προσέδωκα; μὴ τὴν σὴν δόξαν ἄλλοις ἀπένεμον; οὐχὶ τὴν ἐμὴν οὐσίαν, οἷς ἠθέ λησα, κατεμέρισα; τί οὖν γογγύζεις, βλαβεὶς ὡς δοῦλος, ὡς ἐλεύθερος τιμηθείς; τί οὖν γογγύζεις ὁ τοσ οῦτον ὠφεληθείς; τί φθονεῖς τοῖς σοῖς ἀδελφοῖς, ἄφθονον ἔχων δεσπότην; Ἆρον τὸ σὸν, καὶ ὕπαγε. Ἀρκέσθητι τοῖς παροῦσι· μὴ θέλε μόνος βασιλεύειν κεκλημένος μετὰ πολλῶν· ἀρκεῖ ἡ βασιλεία τῶν οὐρανῶν καὶ σοὶ καὶ πᾶσι τοῖς ἀξίοις αὐτῆς. Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. Τῷ θελήματί μου τίς ἀντιστήσεται; Θεὸς ὁ δικαιῶν, καὶ τίς ὁ κατακρίνων; Θεὸς ὁ χορηγῶν, τίς ὁ λογοθετῶν; Θεὸς ὁ πλουτίζων, τίς ὁ γυμνῶσαι δυνάμε νος; ὁ κριτὴς συνήγορος, τίς ὁ κατήγορος; ὁ δικαστὴς σύνδικος, τίς ἀντίδικος εὑρεθήσεται; Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. Οὐ φέρω τοὺς ἐμοὺς ἀν δριάντας γυμνοὺς δόξης καταλιπεῖν· οὐ φέρω τὴν ἐμὴν εἰκόνα