1

 2

 3

 4

 5

 6

 7

 8

8

γραμμάτιον τῆς ὁμολογίας ἡμῶν, ἵνα φοβούμενοι τὸ πρόστιμον, ἐμμένωμεν οἷς καὶ συν εθέμεθα· δέξαι τὸ σύμβολον τῶν πρὸς σὲ συνθηκῶν, ἵνα τὸ σύμβολον αἰσχυνόμενοι, τὸν τρόπον ἡμῶν ἀπερίτρε πτον καθιδρύσωμεν.

Οἴκτειρον τοὺς σοὺς δούλους, τοὺς αἰχμαλώτους, καὶ γυμνοὺς, καὶ νεκρούς· ἀπόδος ἡμῖν τὴν ἀρχαίαν συγγένειαν· ἔνδυσον οὓς ὁ διάβολος ἀπεγύ μνωσεν· χρῖσον ἡμᾶς τῷ ἐλαίῳ τῆς ἁγίας σου χρίσεως· ἵνα μὴ βλαβῶμεν ἐὰν πάλιν δηχθῶμεν ὑπὸ τοῦ ὄφεως. Θέλομεν ἐργάσασθαι τὰς σὰς ἐντολὰς, θέλομεν εὑρεθῆναι τοῦ ἀμπελῶνος ἐντὸς, θέλομεν ὡς ἐγγίζοντές σοι χρη ματίζειν ἐργάται· ἐζήσαμεν πάσας ἡμῶν τὰς ἡμέρας 59.586 κακῶς. θέλομεν ζῆσαι τὰς ὑπολοίπους καλῶς. Θέλοις ὡς πόρνοις συγχωρῆσαι. Συγχώρησον. Θέλοις ὡς τελώναις περιποιήσασθαι· θέλοις ὡς λῃστὰς φιλανθρωπεύσασθαι· θέλοις ὡς διώκτας περισῶσαι· περίσωσον, ὡς θέλεις· ἐλέησον μετανοοῦντας, οἷς ἐμακροθύμησας ἐξαμαρτά νουσιν· ἐλέησον προσπίπτοντας, οὓς καὶ ἀπολακτίζοντας ᾤκτειρες· ἐλέησον καθικετεύοντας, οὓς ὑβρίζοντας ἔφε ρες. Ἄνοιξον ἡμῖν τοῖς χειμαζομένοις τὸν τῆς κολυμβή θρας λιμένα· ἄνοιξον ἡμῖν τοῖς τετραυματισμένοις τὸ ἀνώδυνον ἰατρεῖον· ἄνοιξον τοῖς παλαιωθεῖσιν τὸ ἄλυπον χωνευτήριον· ἄνοιξον τοῖς χρεωστοῦσιν θάνατον τὸν ἀκίνδυνον τάφον· ἄνοιξον ἡμῖν τῆς τριημέρου σου νε κρώσεως τὸ ζωηφόρον ἐκτύπωμα· ἄνοιξον ἡμῖν τῆς πα λιγγενεσίας τὴν παρθένον γαστέρα· ἄνοιξον ἡμῖν τῆς υἱοθεσίας τὴν ἄφθαρτον μητέρα· ἄνοιξον ἡμῖν τῆς ἀθα νασίας τὴν πύλην· ἄνοιξον ἡμῖν τὴν θύραν τῶν οὐρα νῶν· ὅτι σὺ εἶπας, Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Ἅπερ εἶπας, ἀληθείᾳ πλήρωσον· ἅπερ ἐλάλησας, ὡς ἀψευδὴς ἐπιτέλεσον. Πιστεύομεν, ὅτι δύνασαι πάντα ποιῆσαι· πιστεύομεν, ὅτι δύνασαι τῶν ἁμαρτημάτων ἡμῶν ἀποπλῦναι τὸν βόρβορον· πιστεύομεν, ὅτι δύνασαι διὰ Πνεύματος καὶ ὕδατος ἀναγεννῆσαι τοὺς ἐν ἁμαρ τίαις γηράσαντας· πιστεύομεν, ὅτι δύνασαι τὴν ξένην λοχείαν ἐργάσασθαι· πιστεύομεν, ὅτι δύνασαι γυναῖκας καὶ βρέφη καὶ νέους καὶ ἄνδρας καὶ γέροντας ἐκ τῶν ὑδάτων νεοπλάστους ἀναγαγεῖν ὡς ἀρτίτοκα βρέφη· πι στεύομεν, ὅτι δύνασαι τοῖς ὕδασιν ἀποπνῖξαι τὰς ἁμαρ τίας ἡμῶν, καθάπερ τὸν Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ πᾶσαν κατέκλυσας· πιστεύομεν, ὅτι δύνασαι σωτηρίας ὁδὸν ἐξευρεῖν, ὥς ποτε τοῖς Ἰσραηλίταις ἐδημιούργησα; ὁδὸν ἐν μέσῳ τῆς θαλάσσης· πιστεύομεν, ὅτι δύνασαι τοσαῦτα, ὅσα καὶ θέλεις

Ταῦτα λέγοντες πρὸς τὸν Κύ ριον ἐπιμείνατε, ἵνα εἴπῃ καὶ πρὸς ὑμᾶς ὁ Σωτήρ· Πι στεύετε, ὅτι δύναμαι τοῦτο ποιῆσαι; Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.