1

 2

 3

 4

 5

 6

 7

3

οὐ θαυμαστόν· καὶ γὰρ αὐτὸς ὁ Σατανᾶς μετα σχηματίζεται εἰς ἄγγελον φωτός. Οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διά κονοι δικαιοσύνης. Ἐπεὶ οὖν οὗτοι μυρίας εὑρόν τες κατ' αὐτοῦ διαβολὰς, τοὺς μαθητὰς ἔβλαπτον, οὑ τὴν προσήκουσαν περὶ αὐτοῦ πείθοντες αὐτοὺς ἔχειν δόξαν, ἀναγκάζεται λοιπὸν εἰς διήγησιν τῶν οἰκείων ἐγκωμίων ἐμπεσεῖν· οὐδὲ γὰρ ἦν τὸ σιγᾷν λοιπὸν ἀ σφαλές. Ἐπεὶ οὖν μέλλει τοὺς οἰκείους ἄθλους ἡμῖν ἐξηγεῖσθαι, καὶ τὰς ἀποκαλύψεις, ἃς εἶδε, καὶ τοὺς μόχθους, οὓς ἐμόχθησε, βουλόμενος δεῖξαι πᾶσιν, ὅτι ἄκων καὶ βιαζόμενος τοῦτο ποιεῖ, καὶ ἀνάγκην οὖσαν ὁρῶν, ὅμως ἀφροσύνης αὐτὸ πρᾶγμα ἐκάλεσεν, οὕτως εἰπών· Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφρο σύνῃ. Μέλλω, φησὶ, πρᾶγμα ἀνόητον ποιεῖν, καὶ ἐγκωμιάζειν καὶ ἐπαινεῖν· ἀλλ' οὐκ ἐγὼ τούτων αἴ τιος, ἀλλ' οἱ εἰς τοιαύτην με ἀνάγκην ἐμβαλόντες· διὰ τοῦτο παρακαλῶ ὑμᾶς ἀνασχέσθαι, κἀκείνοις τὴν αἰτίαν λογίσασθαι.

δʹ. Καὶ ὅρα τὴν Παύλου σύνεσιν· εἰπὼν, Ὄφελον ἀνεί χεσθέ μου μικρὸν τῇ

ἀφροσύνῃ· ἀλλὰ καὶ ἀνέχε σθέ μου· ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ, οὐκ εὐ θέως ἦλθεν ἐπὶ τὴν διήγησιν τῶν ἐγκωμίων, ἀλλὰ με ταξὺ πάλιν ἐνθεὶς ῥήματα, οὕτω πώς φησιν· Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μήγε, κἂν ὡς ἄφρονα δέξασθέ με. Καὶ οὐδὲ οὕτως ἥψατο τῆς διηγήσεως, ἀλλὰ πάλιν ἐπάγει καὶ λέγει· Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, ἀλλ' ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Καὶ οὐδὲ μετὰ ταῦτα τὰ ῥήματα ἐτόλμησε καθεῖναι, ἀλλὰ πά λιν ὁρμήσας ἀνακρούεται καί φησιν· Ἐπειδὴ πολ λοὶ καυχῶνται κατὰ τὴν σάρκα, κἀγὼ καυχήσο μαι· ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνι μοι ὄντες. Εἶτα πάλιν ἀναδύεται καὶ ὀκνεῖ, καὶ ἕτερά τινα εἰπὼν, πάλιν ἐπάγει· Ἐν ᾧ δ' ἄν τις τολμῶ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Καὶ τότε μόλις 51.305 μετὰ τοσαύτας προδιορθώσεις κατετόλμησε τῆς δι ηγήσεως τῶν ἐγκωμίων. Καὶ καθάπερ ἵππος κρημνὸν ἀπότομον ὑπερβαίνειν μέλλων, ὁρμᾷ μὲν ὡς ὑπερ βάλλεσθαι μέλλων, τὸ δὲ βάθος ἰδὼν ναρκᾷ καὶ συ στέλλεται, εἶτα τὸν ἐπιβάτην ὁρῶν σφοδρότερον ἀναγ κάζοντα, πάλιν ἐπιχειρεῖ, καὶ τὸ αὐτὸ τοῦτο πάσχει, καὶ τὴν ἀνάγκην ἐνδεικνύμενος καὶ τὴν βίαν, ἵσταται ἐπὶ πολὺ χρεμετίζων ἐπὶ τοῦ χείλους τῆς φάραγγος, ὅπως παραθαῤῥύνας ἑαυτὸν κατατολμήσῃ· οὕτω καὶ ὁ μακάριος Παῦλος καθάπερ ἐπὶ κρημνόν τινα μέλ λων ἑαυτὸν ἀφιέναι, τῶν οἰκείων ἐγκωμίων τὴν δι ήγησιν, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις ἀνα δύεται οὕτω λέγων· Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· καὶ πάλιν, Μή τις με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μήγε, κἂν ὡς ἄφρονα δέξασθέ με· καὶ, Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, ἀλλ' ὡς ἐν ἀφρο σύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως· καὶ πάλιν, Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι· ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες· καὶ πάλιν, Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ.

Καὶ μυριάκις ἑαυ τὸν ἄφρονα καλέσας καὶ ἀνόητον, τότε μόλις ἐτόλμη σεν ἐλθεῖν εἰς τοὺς ἐπαίνους τοὺς ἑαυτοῦ· Ἑβραῖοί εἰσι; κἀγώ· Ἰσραηλῖταί εἰσι; κἀγώ· σπέρμα Ἀβραάμ εἰσι; κἀγώ· διάκονοι Χριστοῦ εἰσι; κἀγώ. Καὶ οὐδὲ ἐνταῦθα ἐπελάβετο ἑαυτοῦ, ἀλλὰ πάλιν τί θησι τὴν προδιόρθωσιν, οὕτως ἐπάγων· Παραφρο νῶν λαλῶ, ὑπὲρ ἐγώ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ μετὰ τὸ διηγήσασθαι πάντα αὐτοῦ τὰ ἐγκώμια, λέ γει· Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγ κάσατε. Ὡσεὶ ἔλεγεν, Ἐκείνων μοι λόγος οὐδεὶς ἦν, εἰ τὰ ὑμέτερα ἦν ἐῤῥωμένα, εἰ μὴ παρετρέπεσθε, μηδὲ ἐσαλεύεσθε. Καὶ γὰρ εἰ διαπαντὸς ἡμᾶς ἔλεγον ἐκεῖνοι κακῶς, οὐδεμία μοι βλάβη διὰ τῆς ἐκείνων ἐγίνετο κακηγορίας. Ἐπειδὴ δὲ εἶδον τὸ ποίμνιον διαφθειρόμενον, τοὺς μαθητὰς ἀποπηδῶντας, κατ εφρόνησα φορτικοῦ πράγματος καὶ ἐπαχθοῦς, καὶ ἠναγκάσθην ἄφρων γενέσθαι, τὰ ἐμαυτοῦ λέγων ἐγκώμια δι' ὑμᾶς καὶ τὴν ὑμετέραν σωτηρίαν.