1

 2

 3

 4

 5

 6

 7

4

εʹ. Τοιοῦτον γὰρ τῶν ἁγίων τὸ ἔθος· εἰ μέν τι πρά ξαιεν φαῦλον,

ἐκπομπεύουσιν αὐτὸ, καὶ καθ' ἑκάστην ἡμέραν θρηνοῦσι καὶ πᾶσι ποιοῦσι κατάδηλον· εἰ δέ τι γενναῖον καὶ μέγα, ἀποκρύπτουσι καὶ λήθῃ παρα πέμπουσιν. Αὐτὸς γοῦν οὗτος ὁ ἅγιος τὰ μὲν ἁμαρ τήματα καὶ μηδενὸς βιαζομένου, συνεχῶς ἔστρεφε καὶ ἐξεπόμπευε, νῦν μὲν λέγων, Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶ σαι, ὧν πρῶτός εἰμι ἐγώ· νῦν δὲ λέγων, Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· καὶ πάλιν, Ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώ ματι ὤφθη κἀμοί· ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπό στολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· καὶ πάλιν, Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη. Ὁρᾷς πῶς οὐ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ ἁπλῶς τῶν πιστῶν ἁπάντων ἔσχατον ἑαυτὸν καλεῖ, Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ, εἰπὼν, πάν των τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη;

Οὕτως οὐδὲ 51.306 τῆς σωτηρίας, δι' ἧς ἐσώθη, ἄξιος εἶναί φησιν· εἰ πὼν γὰρ ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κό σμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἄκουσον καὶ διὰ ποίαν αἰτίαν τοῦτο λέγει· Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρῶτον ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ διὰ τὴν ἀξίαν μετάθεσιν τοῦ βίου ἠλεήθην, μὴ τοῦτο νο μίσῃς· ἀλλ' ἵνα μηδεὶς ἀπογνῷ τῶν ἐν κακίᾳ βεβιω κότων, μηδὲ τῶν τῷ Χριστῷ πολεμησάντων, τὸν πάντων ἔσχατον, καὶ μεθ' ὃν οὐδεὶς ἦν ἕτερος οὕτω πολέμιος τῷ Χριστῷ, σωθέντα ὁρῶν. Καὶ ὁ μὲν Χρι στός φησιν, Ὅτι σκεῦος ἐκλογῆς μοί ἐστι τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βα σιλέων· οὗτος δὲ οὐδὲν ὑπὸ τῶν ἐγκωμίων ἐκείνων φυσηθεὶς, μένει ταλανίζων ἑαυτὸν μετὰ τοσαύτην παῤῥησίαν, πρῶτον τῶν ἁμαρτωλῶν ἑαυτὸν καλῶν, καὶ διὰ τοῦτο ἠλεῆσθαι λέγων, ἵνα μηδεὶς τῶν πρὸς ἐσχάτην ἐληλακότων κακίαν ἀπογνῷ τῆς οἰκείας σω τηρίας, πρὸς αὐτὸν καὶ τὴν εἰς αὐτὸν γενομένην φιλανθρωπίαν βλέπων.

ςʹ. Τὰ μὲν οὖν ἁμαρτήματα, καὶ μηδεμιᾶς οὔσης ἀνάγκης, ἐκπομπεύει καθ'

ἑκάστην ἡμέραν ἐν ταῖς ἐπιστολαῖς αὐτοῦ πάσαις, στηλιτεύων καὶ δῆλα ποιῶν οὐχὶ τοῖς τότε μόνον ἀνθρώποις, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα ἐσομένοις πᾶσι· τὰ δὲ ἐγκώμια, καὶ ἀνάγκην οὖσαν ὁρῶν, ὅμως ὀκνεῖ καὶ ἀναδύεται διηγήσασθαι. Καὶ τοῦτο δῆλον μὲν ἐξ ὧν μυριάκις ἀφροσύνην τὸ πρᾶγμα ἐκάλεσε, δῆλον δὲ καὶ ἀπὸ τοῦ χρόνου παν τὸς, ὃν ἐσίγησε τὴν θαυμαστὴν καὶ θείαν ἀποκάλυψιν ἐκείνην· οὐ γὰρ δὴ τότε, οὐδὲ πρὸ δύο καὶ τριῶν καὶ δέκα ἐτῶν, ἀλλὰ πολλῷ πλειόνων ἦν αὐτὴν ἑωρακώς. ∆ιὰ τοῦτο καὶ τὸν χρόνον αὐτὸν τίθησιν οὕτω λέγων· Οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων ἁρπα γέντα ἕως τρίτου οὐρανοῦ· ἵνα σὺ μάθῃς, ὅτι οὐκ ἂν οὐδὲ τότε ἐφθέγξατο, εἰ μὴ πολλὴν εἶδεν ἀνάγκην ἐπικειμένην. Εἰ γὰρ ἐβούλετο τοὺς οἰκείους ἐπαί νους διεξιέναι, εὐθέως ἂν αὐτὴν εἶπεν, ὅτε εἶδεν, ἢ τῷ πρώτῳ καὶ δευτέρῳ καὶ τρίτῳ ἔτει· νυνὶ δὲ ἔτη δεκατέσσαρα ἐκαρτέρησε καὶ ἐσίγησε καὶ πρὸς οὐδένα ἐξεῖπεν, ἀλλὰ πρὸς Κορινθίους μόνον.

Καὶ πότε; Ὅτε τοὺς ψευδαποστόλους εἶδεν ἐπιφυέντας, δεικνὺς ὅτι οὐδ' ἂν τότε ἐφθέγξατο, εἰ μὴ τοσαύτην ἑώρα διαφθορὰν ἐν τοῖς μαθηταῖς γενομένην. Ἀλλ' οὐχ ἡμεῖς οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν ποιοῦμεν· τῶν μὲν ἁμαρτημάτων οὐδὲ μίαν μεμνήμεθα ἡμέραν, ἀλλὰ κἂν ἑτέρων μνησθέντων ἀκούσωμεν, ἀγανακτοῦ μεν, δυσχεραίνομεν, ὕβριν τὸ πρᾶγμα λογιζόμεθα, μυρίαις αὐτοὺς πλύνομεν λοιδορίαις· εἰ δέ τι μικρὸν ἐργασώμεθα ἀγαθὸν, τοῦτο συνεχῶς στρέφομεν, καὶ τοῖς