1

 2

 3

 4

2

Ὢ πόσα εἶπον, καὶ τῆς προφητικῆς φωνῆς οὐδὲν ἁρμοδιώτερον εὗρον, τῆς λεγούσης· Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν! Τέλος, ὅρα, ἀγαπητὲ, εἰ μὴ θάλατταν μιμεῖται τῶν ἀνθρώπων τὰ πράγματα, εἰ μὴ τῆς ἐκεῖθεν ταραχῆς ὁ βίος ἐμπλέκεται, εἰ μὴ τῆς ὑγρᾶς πλέον ἐπὶ τῆς ξηρᾶς χειμαζόμεθα, εἰ μὴ τῶν ἀνέμων σφοδρότερον ἀλλήλοις συμπίπτομεν, εἰ μὴ τὰ χρήματα, καθάπερ καταιγίδες, κατ' ἀλλήλων ἡμᾶς συγκρούουσιν, εἰ μὴ, καθάπερ ἐν ζόφῳ θαλαττίῳ, ὧδε κἀκεῖσε περιφερόμεθα. Οὗτος ἐκείνου τὸν ἀγρὸν παρεσπάσατο, ἄλλος τοῦ δεῖνα τοὺς οἰκέτας ἀφήρπασε· καὶ ὁ μὲν περὶ ὕδατος τῷ γείτονι κρίνεται, ὁ δὲ περὶ ἀέρος τῷ συνοικήτορι πολεμεῖ. Οἱ μὲν διὰ μέτρα τῆς γῆς διακαπνίζονται, οἱ δὲ περὶ οἰκοδομῆς ἀλλήλους διαθλίβουσιν· οὗτος, ἅπερ οὐκ ἔδωκε, λαβεῖν ἐπιφύεται· ἐκεῖνος, ἅπερ ἔλαβε, μὴ δοῦναι δικάζεται.

Ὁ μὲν περὶ τόκους ἀπληστεύεται· ὁ δὲ καὶ τὸ κεφάλαιον ἀποστερεῖν διισχυρίζεται· οὗτος ἀπορῶν ὀδυνᾶται· ἐκεῖνος εὐπορῶν θορυβεῖται· ὁ μὴ ἔχων ὀνειδίζεται, καὶ ὁ ἔχων ἐπιβουλεύεται· ὁ ἐν ἀρχαῖς, ὑποβλέπεται· ὁ ἐν ἐξουσίαις, μισεῖται· ὁ ἐν δυναστείαις, σκευάζεται. Οἱ πόλεμοι συνέχουσιν, οἱ φθόνοι ἐπάλληλοι, ἡ ἀπληστία τυραννεῖ, ἡ πλεονεξία καταδυναστεύει, τὸ ψεῦδος ὑπεραίρεται, ἡ πρὸς ἀλλήλους πίστις ἀπέφυγεν, ἡ ἀλήθεια τὴν γῆν κατέλιπεν, ἡ φιλία μέχρι τραπέζης περιορίζεται. Οἱ ἄλλοι τὴν ἰδίαν ἰσχὺν ἀπώλεσαν· ἡ γῆ λοιπὸν τὰ κακὰ βαστάζειν οὐ δύναται, ὁ ἀὴρ μέχρις αὐτοῦ τοῦ αἰθέρος μεμόλυνται. ∆ιὰ τὰ χρήματα ὁ βίος ἀβίωτος γέγονε· διὰ τὰ χρήματα ἐλεύθερα στοιχεῖα πεπράκαμεν· ὁδοὶ τελωνεύονται, ἡ γῆ ἀποκεκλήρωται, ὕδατα δεσποτεύονται, ὁ ἀὴρ ὠναῖς ὑποβάλλεται· δεκατολόγοι καὶ φορολόγοι καὶ τελῶναι τὰς πόλεις συνέχουσιν· οἱ πλούσιοι ταῖς φροντίσιν ἐκτήκονται· οἱ δανεισταὶ ταῖς μερίμναις μαραίνονται· οἱ ἅρπαγες τὸν βίον ταράττουσιν· οἱ φιλοχρήμονες τὰ δικαστήρια κατατρίβουσιν· οἱ ἔμποροι τὰς συμφορὰς πραγματεύονται· οἱ συκοφάνται τὸ ψεῦδος πιπράσκουσιν. Ἀλλήλοις ψευδόμενοι τοὺς ὅρκους ἀνηλώσαμεν· εἰς τὸ ὀμνύειν μόνον τὸν Θεὸν ἐπιστάμεθα. βʹ. Οὕτω πάντας ἐν κακοῖς σεσωρευμένους ὀρῶν ὁ προφήτης, καὶ τὸν βίον ταλανίζων, ἔλεγε· Πλὴν μάτην τα 55.561 ράσσεται πᾶς ἄνθρωπος ζῶν. Ἄνθρωπος μόνον, ὦ προφῆτα, ταράσσεται; ἡ λογικὴ μόνη διάπλασις κατηγορεῖται; Οὐδὲν τῶν ἐν ζώοις ἢ στοιχείοις ταρασσόμενον εὗρον. Ταράσσεται, φησὶ, τὰ ὕδατα, καὶ πάλιν ἀποκαθίσταται· σαλεύεται ἡ γῆ, καὶ πάλιν ἑδράζεται· κινοῦνται οἱ ἄνεμοι, καὶ πάλιν ἡσυχάζουσι· θορυβεῖται πᾶν θηρίον, καὶ κορεννύμενον παύεται· διεγείρεται φλὸξ, καὶ ὑποκειμένην ὕλην ἀναλίσκουσα σβέννυται. Ἄνθρωπος δὲ ταρασσόμενος ἐπὶ χρήμασιν οὐδέποτε παύεται· ἔλαβε τοῦτο, καὶ πρὸς ἐκεῖνο ἀποβλέπει· ἐκράτησεν ἐκεῖνο, καὶ πρὸς ἄλλο κέχηνε.

Τὰ ἑκατὸν διπλασιάζειν φιλονεικεῖ, ἐπὶ τοῖς τοσούτοις πάλιν τὰ τοσαῦτα σωρεύειν ἐπείγεται, καὶ οὐδέποτε τοῦ σωρεύειν παύεται, ἕως ἂν τὸ τέλος αὐτοῦ σωρευθῇ· καὶ τῇ δίψῃ τῆς φιλαργυρίας συνεχόμενος, ὠχρότερος χρυσίου περιέρχεται, διὰ τὸν πολυπόθητον πλοῦτον, τὸν τάχα ἀβεβαιότερον φίλον, τὸν ἐπίβουλον πόθον, τὸν πολυδέσποτον ἐμπαίκτην, τὸν πολυέραστον χλευαστὴν, τὸν ὑπόπτερον δέσμιον, τὸν πολέμιον νεκρὸν, τὸν ἐν τῷ κόσμῳ ἀφιπτάμενον ἄνεμον· πλοῦτον, τὸν πάσης ἀτοπίας γεννήτορα, τὸν πάσης κακίας εὑρετὴν, τὸν συνεργὸν τῆς ψυχοφθόρου τρυφῆς, τὸν ἀντίπαλον τῆς ἐγκρατείας, τὸν πολέμιον τῆς σωφροσύνης, καὶ τὸν πάσης ἀρετῆς λανθάνοντα κλέπτην. Ἀλλὰ τί διαβάλλω τὸν πλοῦτον, τοὺς κεκτημένους ἀφείς; Ἀδικεῖται καὶ αὐτὸς δεσμούμενος ὑπ' αὐτῶν, καὶ πέδαις συνεχόμενος. Ἔοικε γάρ μοι αὐτὸν πρὸς αὐτοὺς ἀφιέναι φωνήν· Τί με τὸν πλοῦτον, ὦ φιλοχρήμονες, συμποδίζετε; τί με, καθάπερ δραπέτην, μυρίοις δεσμοῖς περισφίγγετε; τί με ὡς φίλον περιπτύσσεσθε, καὶ ὡς κακοῦργον καταδεσμεῖτε, ἀπὸ μετάλλων εἰς τὰς ὑμῶν χεῖρας παραπέμποντες; Εἰ θέλετε κἂν τῶν ὀνείρων