1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

5

παρεισφέρονται διδάγματα, ἐκεῖθεν αἱ ἀνευλαβεῖς αὗται καὶ δημοτικαὶ φωναί, ἐκεῖθεν αἱ τῶν χειρῶν ἀταξίαι, αἱ ἔριδες, αἱ φιλονεικίαι, τὰ ἄτακτα ἤθη. 1.4 Οὐδὲν γὰρ οὕτω καταφρονεῖν τῶν τοῦ Θεοῦ παρασκευάζει λογίων, ὡς οἱ τῶν ἐκεῖ θεαμάτων μετεωρισμοί. ∆ιὰ τοῦτο παρεκάλεσα πολλάκις μηδένα τῶν ἐνταῦθα παραγινομένων καὶ τῆς θείας διδασκαλίας ἀπολαυόντων καὶ τῆς φρικτῆς καὶ μυστικῆς μετεχόντων θυσίας πρὸς ἐκεῖνα βαδίζειν τὰ θέατρα, καὶ τὰ θεῖα τοῖς δαιμονικοῖς ἀναμιγνύειν μυστήρια. Ἀλλ' οὕτω τινὲς μεμήνασιν, ὥστε καὶ σχῆμα εὐλαβείας ἐπιφερόμενοι καὶ εἰς πολιὰν ἐληλακότες βαθεῖαν, ὅμως αὐτομολοῦσιν πρὸς ἐκεῖνα μήτε τοῖς ἡμετέροις προσέχοντες λόγοις, μήτε τὴν οἰκείαν αἰσχυνόμενοι μόρφωσιν. Ἀλλ' ὅταν αὐτοῖς τοῦτο προτείνωμεν καὶ τὴν πολιὰν καὶ τὴν εὐλάβειαν αἰδεῖσθαι παραινῶμεν, τίς αὐτῶν ὁ ψυχρὸς καὶ καταγέλαστος λόγος; Ἄκουσον. Παράδειγμα, φησί, τῆς ἐκεῖσε νίκης καὶ τῶν στεφάνων εἰσὶ καὶ πλείστην ἐντεῦθεν καρπούμεθα τὴν ὠφέλειαν. Τί λέγεις, ἄνθρωπε; Ἕωλος οὗτος ὁ λόγος καὶ ἀπάτης ἀνάμεστος. Πόθεν τὴν ὠφέλειαν καρποῦσαι; ἐκ τῶν μυρίων ἐκείνων φιλονεικιῶν καὶ τῶν εἰκῇ καὶ μάτην καταβαλλομένων ὅρκων ἐπὶ κακῷ τῶν λεγόντων; ἢ ἐκ τῶν ὕβρεων καὶ βλασφημιῶν καὶ σκωμμάτων, οἷς ἀλλήλους καταντλοῦσιν οἱ θεαταὶ τῶν τοιούτων; Ἀλλ' ἐκ τούτων μὲν οὐχί· ἐκ δὲ τῶν ἀτάκτων φωνῶν καὶ τῆς ἀσήμου βοῆς καὶ τῆς κόνεως τῆς ἀναπεμπομένης καὶ τῶν ὠθούντων καὶ βιαζομένων καὶ τῶν ἀκκιζομένων κατέναντι γυναικῶν τὰ τῆς ὠφελείας συλλέγεις; Ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. Καὶ ἐνταῦθα μὲν αὐτὸν τὸν ∆εσπότην τῶν ἀγγέλων προφῆται πάντες καὶ διδάσκαλοι ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου καθήμενον ὑποδεικνύουσιν καὶ τοῖς μὲν ἀξίοις τὰ βραβεῖα καὶ τοὺς στεφάνους ἀπονέμοντα, τοῖς δὲ ἀναξίοις γέενναν καὶ πῦρ ἀποκληροῦντα· καὶ αὐτὸς δὲ ὁ Κύριος τοῦτο διαβεβαιοῖ. Εἶτα τούτων μὲν καταφρονεῖς, ἐν οἷς καὶ ὁ τοῦ συνειδότος φόβος καὶ ὁ τῶν πεπραγμένων ἔλεγχος καὶ ἡ τῶν εὐθυνῶν ἀγωνία καὶ τὸ τῆς κολάσεως ἀπαραίτητον· ἵνα δὲ πρόφασιν ἄλογον τῶν σῶν ἐφεύρῃς μετεωρισμῶν, ὠφελεῖσθαι λέγεις, ἐν οἷς τὴν ἀπαραμύθητον ὑπομένεις ζημίαν; Μή, δέομαι καὶ ἀντιβολῶ, μὴ προφασιζώμεθα προφάσεις ἐν ἁμαρτίαις· σκῆψις γὰρ ταῦτα καὶ ἀπάτη ἡμῖν αὐτοῖς τὸ ἐπιζήμιον προξενοῦσα. Ἀλλὰ περὶ τούτου μὲν τοσαῦτα· ὥρα δὲ λοιπὸν εἰς προτέραν ἀναδραμεῖν παραίνεσιν καὶ βραχέα περὶ ταύτης εἰπόντα, τὸ προσῆκον τέλος ἐπιθεῖναι τῷ λόγῳ. Καὶ γὰρ οὐ μόνον τὰ τῆς ἀταξίας ἐνταῦθα, ἀλλὰ καὶ ἕτερόν τι χαλεπὸν περινοστεῖ νόσημα. Ποῖον δὴ τοῦτο; Τὸ πρὸς Θεὸν τὴν διάλεξιν ποιεῖσθαι προθεμένους καὶ αὐτῷ τὴν δοξολογίαν ἀναπέμποντας, εἶτα ἀφέντες τοῦτον, τὸν πλησίον ἕκαστος ἀπολαβών, τὰ κατ' οἶκον διατίθεται, τὰ ἐν ταῖς ἀγοραῖς, τὰ ἐν τῷ δήμῳ, τὰ ἐν τοῖς θεάτροις, τὰ ἐν τῷ στρατῷ καὶ πῶς μὲν ταῦτα διῳκήθη, πῶς δὲ ἐκεῖνα παρεωράθη καὶ τί τὸ πλεονάζον ἐν ταῖς πραγματείαις, τί δὲ τὸ ἐλλεῖπον· καὶ ἁπλῶς περὶ πάντων τῶν κοινῶν καὶ ἰδίων ἐνταῦθα διαλέγονται. Καὶ ποίας ταῦτα συγγνώμης ἄξια; Καὶ βασιλεῖ μέν τις τῷ ἐπιγείῳ διαλεγόμενος, περὶ ἐκείνων μόνων ποιεῖται τὸν λόγον, περὶ ὧν ἃ ἐκεῖνος βουληθείη καὶ ὧν προτείνει τὰς ἐρωτήσεις· εἰ δὲ καὶ ἕτερόν τι παρὰ τὴν ἐκείνου γνώμην ὑποβαλεῖν τολμήσειε, τὴν ἐσχάτην τιμωρίαν ὑποστήσεται· σὺ δὲ τῷ βασιλεῖ τῶν βασιλευόντων προσομιλῶν, ᾧ φρίττοντες λειτουργοῦσιν ἄγγελοι, ἀφεὶς τὴν πρὸς αὐτὸν διάλεξιν, περὶ πηλοῦ καὶ κόνεως καὶ ἀράχνης διαλέγῃ; Ταῦτα γάρ ἐστι τὰ παρόντα πράγματα. Καὶ πῶς οἴσεις τὴν τῆς καταφρονήσεως δίκην; τίς δέ σε τῆς τοιαύτης ἐξαιρήσεται τιμωρίας; Ἀλλὰ κακῶς, φησί, τὰ τῶν πραγμάτων καὶ τὰ τῆς πολιτείας διάκεινται καὶ πολὺς ἡμῖν περὶ τούτου ὁ λόγος, πολὺς ὁ ἀγών. Καὶ τίς ἡ αἰτία; Ἡ τῶν κρατούντων, φησίν, ἀβουλία. Οὐχ ἡ τῶν κρατούντων ἀβουλία, ἀλλὰ ἡ ἡμῶν