1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

18

κατεσβέσθη, ἀλλ' ἐξεπήδησεν, καὶ πρὸς ἔργον ἐλθοῦσα πονηρόν, πᾶσαν αὐτοῦ διέφθειρε τὴν ἀρετήν. Τὸ μὲν οὖν μακάριον, μηδὲ ὅλως δέξασθαι τὸν πονηρὸν λογισμόν· ὅπερ οὖν καὶ ὁ προφήτης ἔλεγεν· "Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου." Καὶ οὐκ εἶπεν· Ὑψώθη μέν, κατέστειλα δὲ αὐτήν, ἀλλ' Οὐδὲ τὴν ἀρχὴν ὑψώθη, τουτέστιν, ἄβατον διὰ παντὸς ἐτήρησα τῇ κακίᾳ τὴν ψυχήν. Τὸ μὲν οὖν μακάριον, τοῦτο· τὸ δὲ μετ' ἐκεῖνο, ἐπεισελθόντας τοὺς λογισμοὺς ταχέως ἀπώσασθαι καὶ μὴ συγχωρῆσαι ἐνδιατρῖψαι πλέον, ὥστε μὴ πονηρὰν ἐν ἡμῖν ἐργάσασθαι τὴν νομήν. Εἰ δὲ καὶ μέχρι τούτου ῥᾳθυμήσαιμεν, ἔστι διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καὶ ταύτης τῆς ῥᾳθυμίας παραμυθία, καὶ πολλὰ παρὰ τῆς ἀγαθότητος ἐκείνης τῆς ἀφάτου καὶ μεγάλης τοῖς τοιούτοις τραύμασι κατεσκεύασται τὰ φάρμακα. Ἀλλὰ φέρε λοιπὸν τὸν λόγον καταπαύσωμεν, ἵνα μὴ τοῦτο, ὅπερ ἐδείσαμεν ἐν ἀρχῇ, γένηται νῦν καὶ τὸ πλῆθος λυμήνηται τὴν μνήμην ὑμῶν. ∆ι' ὃ καὶ διὰ βραχέων ἀνακεφαλαιώσασθαι τὰ εἰρημένα ἀναγκαῖόν ἐστιν. Οὕτω γὰρ καὶ αἱ μητέρες ποιοῦσιν· ἐπειδὰν ὀπώρας ἢ τραγήματα ἤ τι τοιοῦτον εἰς τὸν παιδικὸν ἐμβάλωσι κόλπον, ὥστε μὴ τῇ ῥᾳθυμίᾳ τῶν παιδίων ἐκπεσεῖν τι τῶν δοθέντων αὐτοῖς, περιστείλασαι πάντοθεν τὸν χιτωνίσκον ὑποβάλλουσι τῇ τῆς ζώνης ἀσφαλείᾳ. Τοῦτο καὶ ἡμεῖς ποιήσωμεν, εἰς μῆκος ἐκταθέντα τὸν λόγον συστείλωμεν καὶ τῇ τῆς μνήμης παρακαταθώμεθα φυλακῇ. Ἠκούσατε πῶς οὐδὲν ἡμᾶς πρὸς ἐπίδειξιν ἀνθρώπων χρὴ ποιεῖν καὶ πόσον ῥᾳθυμία κακόν, πῶς καὶ τὸν ἐν ἀκριβεῖ ζῶντα βίῳ ῥᾳδίως ὑπεσκέλισεν. Ἔγνωτε πόσης ἡμῖν δεῖ τῆς σπουδῆς, καὶ μάλιστα πρὸς αὐτὰ τοῦ βίου τὰ τέλη, καὶ πῶς οὔτε ἀπογινώσκειν ἐπὶ τοῖς παραπτώμασι τὸν μεταβαλλόμενον, οὔτε θαρρεῖν ἐπὶ τοῖς κατορθώμασι τὸν ῥᾳθυμήσαντα χρή. ∆ιελέχθημεν περὶ διαφορᾶς ἁμαρτημάτων ὑμῖν, περὶ τοῦ μὴ κεχηνέναι πρὸς τὰ λαμπρὰ τῶν σωμάτων καὶ πόσον ἐκ τούτου κακὸν ἐδείξαμεν. Τὰ περὶ ἀπονοίας εἰρημένα ὑμῖν μέμνησθε, τὰ περὶ τῶν πονηρῶν λογισμῶν. Ταῦτα φυλάσσοντες ἀναχωρήσωμεν οἴκαδε· μᾶλλον δὲ ταῦτα φυλάσσοντες δεξώμεθα καὶ τὴν τελειοτέραν τοῦ καλοῦ διδασκάλου παραίνεσιν. Τὰ μὲν γὰρ ἡμέτερα, οἷα ἂν εἴη, ἔχει τὰ τῆς νεότητος δείγματα· τὰ δὲ τούτου, οἷα ἂν ᾖ, πολιῷ κεκόσμηται τῷ φρονήματι. Καὶ τὰ μὲν ἡμέτερα προσέοικε ῥύακι ῥοιζηδὸν φερομένῳ· τὰ δὲ τούτου προσέοικε πηγῇ ποταμοὺς ἀφιείσῃ μεθ' ἡσυχίας πολλῆς, ἐλαίου μᾶλλον ἢ ὑδάτων μιμουμένῃ τὸν δρόμον. ∆εξώμεθα οὖν τὰ νάματα, ἵνα γένηται ἐν ἡμῖν "πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον"· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

4.τ Εἰς τὸ ῥητὸν τοῦ προφήτου Ἡσαΐου τὸ λέγον· "Ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου", καὶ ἔπαινος τῆς πόλεως τῆς Ἀντιοχείας, καὶ κατὰ

κωλυόντων τὸν γάμον ἔνθεος ἀπόδειξις. 4.1 Λαμπρὸν ἡμῖν τήμερον τὸ θέατρον γέγονε καὶ φαιδρὸς ὁ σύλλογος. Τί ποτε ἄρα τὸ αἴτιον; Τῶν χθὲς σπερμάτων καρπὸς ὁ σήμερον θερισμός. Χθὲς ἐφυτεύσαμεν καὶ σήμερον τρυγῶμεν. Οὐ γὰρ γῆν ἄψυχον γεωργοῦμεν, ἵνα βραδύνῃ, ἀλλὰ ψυχὰς λογικάς. Οὐκ ἔστι φύσις ἡ μέλλουσα, ἀλλὰ χάρις ἡ ταχύνουσα. Εὔτακτος ἡμῖν ὁ λαός, φιλήκοος ὁ δῆμος. Χθὲς ἐκλήθησαν καὶ σήμερον στεφανοῦνται. Τῆς χθὲς παραινέσεως καρπὸς ἡ σήμερον ὑπακοή. ∆ιὰ τοῦτο καὶ ἡμεῖς μετὰ προθυμίας τὰ σπέρματα καταβάλλομεν, ὅτι καθαρὰν ὁρῶμεν τὴν ἄρουραν οὐδαμοῦ ἄκανθαν ἀποπνίγουσαν, οὐδὲ ὁδὸν