1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

19

πατουμένην, οὐδὲ πέτραν ἄγονον, ἀλλὰ βαθεῖάν τινα καὶ λιπαρὰν χώραν, ὁμοῦ δεχομένην τὰ σπέρματα καὶ τὸν στάχυν ἡμῖν παρέχουσαν. Ταῦτα λέγω καὶ ἀεὶ λέγων οὐ παύσομαι· ὅτι ἐγκώμιον τῆς πόλεως τῆς ἡμετέρας, οὐχ ὅτι σύγκλητον ἔχει καὶ ὑπάτους ἀριθμεῖν ἔχομεν, οὐδ' ὅτι ἀνδριάντας πολλούς, οὐδ' ὅτι ὠνίων ἀφθονίαν, οὐδ' ὅτι θέσεως ἐπιτηδειότητα· ἀλλ' ὅτι δῆμον ἔχει φιλήκοον καὶ ναοὺς Θεοῦ πεπληρωμένους, καὶ ἡ Ἐκκλησία μᾶλλον τρυφᾷ καθ' ἑκάστην ἡμέραν λόγον ῥέοντα καὶ πόθον οὐδέποτε κορεννύμενον. Ἡ γὰρ πόλις οὐκ ἀπὸ τῶν οἰκοδομῶν, ἀλλὰ ἀπὸ τῶν ἐνοίκων θαυμάζεται. Μή μοι λέγε ὅτι ἡ Ῥωμαίων πόλις μεγάλη τῷ μεγέθει· ἀλλὰ δεῖξόν μοι ἐκεῖ οὕτω λαὸν φιλήκοον. Ἐπεὶ καὶ τὰ Σόδομα πύργους εἶχεν, ἡ δὲ καλύβη τὸν Ἀβραάμ· ἀλλ' ἐλθόντες οἱ ἄγγελοι τὰ μὲν Σόδομα παρέδραμον, ἐπὶ δὲ τὴν καλύβην κατήχθησαν. Οὐ γὰρ οἴκων περιφάνειαν ἐζήτουν, ἀλλὰ ψυχῆς ἀρετὴν περιῄεσαν. Οὕτω δὴ καὶ ἄλλως ἡ ἔρημος εἶχε τὸν Ἰωάννην, ἡ δὲ πόλις τὸν Ἡρώδην· διὰ τοῦτο ἔρημος πόλεως εὐγνωμονεστέρα. Τί δήποτε; Ὅτι οὐκ ἐν τοῖς κτίσμασιν ἡ προφητεία. Ταῦτα δὲ λέγω, ἵνα μηδέποτε πόλιν ἐγκωμιάσωμεν ἀπὸ πραγμάτων καταλυομένων. Τί μοι λέγεις οἰκοδομήματα καὶ κίονας; Ταῦτα τῷ παρόντι συγκαταλύεται βίῳ. Εἴσελθε εἰς ἐκκλησίαν καὶ βλέπε τῆς πόλεως τὴν εὐγένειαν. Εἴσελθε καὶ βλέπε πένητας ἐκ μεσονυκτίων μέχρι τῆς ἡμέρας παραμένοντας, βλέπε παννυχί δας ἱερὰς ἡμέρᾳ καὶ νυκτὶ συναφθείσας, βλέπε δῆμον φιλόχριστον, οὔτε ἐν ἡμέρᾳ τὴν ἀνάγκην τῆς πενίας φοβουμένους, οὔτε ἐν νυκτὶ τὴν τυραννίδα τοῦ ὕπνου. Μεγάλη πόλις καὶ μητρόπολις τῆς οἰκουμένης. Πόσοι ἐπίσκοποι, πόσοι διδάσκαλοι ἦλθον ἐνταῦθα καὶ παιδευθέντες παρὰ τοῦ λαοῦ ἀναχωροῦσι καὶ τὸν νόμον τὸν ἔμφυτον ἐντεῦθεν μεταφυτεῦσαι παρασκευάζονται; Ἐὰν λέγῃς μοι ἀξιώματα καὶ χρημάτων περιουσίαν, ἀπὸ τῶν φύλλων τὸ δένδρον ἐπαινεῖς καὶ οὐκ ἀπὸ τοῦ καρποῦ. Ταῦτα δὲ λέγω οὐ κολακεύων ὑμῶν τὴν ἀγάπην, ἀλλὰ τὴν ἀρετὴν ὑμῶν ἀνακηρύττων. Μακάριος ἐγὼ δι' ὑμᾶς, μακάριοι ὑμεῖς δι' ἑαυτούς. Μακάριος ὁ λέγων εἰς ὦτα ἀκουόντων· οὕτως ἐγὼ μακάριος ἐγενόμην. "Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην." Ἰδὲ πῶς ὑμεῖς μακάριοι δι' ἑαυτοὺς ἐγένεσθε. Μακάριος ἀνὴρ λόγων ἐρῶν πνευματικῶν. Τοῦτο διίστησιν ἡμᾶς τῶν ἀλόγων. Οὐ γὰρ δὴ ἡ τοῦ σώματος ἀναλογία, οὐδὲ τὸ τρέφεσθαι, οὐδὲ τὸ πίνειν, οὐδὲ τὸ νέμεσθαι, οὐδὲ τὸ ζῇν· ταῦτα γὰρ ἡμῖν ἅπαντα κοινὰ πρὸς τὰ ἄλογα· ἀλλὰ τί διέστηκεν ἄνθρωπος τῶν ἀλόγων; Τῷ λόγῳ· διὰ τοῦτο καὶ λογικὸν ζῶόν ἐστιν ὁ ἄνθρωπος. Ὥσπερ γὰρ τρέφεται τὰ σώματα, οὕτω τρέφεται καὶ ἡ ψυχή· ἀλλὰ τὸ μὲν σῶμα ἄρτῳ, ἡ δὲ ψυχὴ λόγῳ. Εἰπέ μοι· Ἂν οὖν ἴδῃς ἄνθρωπον λίθον ἐσθίοντα, ἆρα ἂν εἴποις ἄνθρωπον εἶναι; Οὕτως ἂν ἴδῃς μὴ λόγῳ τρεφόμενον, ἀλλ' ἀλογίᾳ, ἐρεῖς· Οὗτος καὶ τὸ εἶναι ἄνθρωπος ἀπώλεσεν· ἡ γὰρ ἀνατροφὴ δείκνυσι τοῦ ἀνθρώπου τὴν εὐγένειαν. Ἐπειδὴ τοίνυν τὸ θέατρον ἡμῖν πεπλήρωται καὶ πάλιν ἡ θάλασσα ἡ κυμαινομένη καὶ γαλήνης γέμουσα καὶ πάλιν τὸ πέλαγος τὸ χειμαζόμενον καὶ ἑστηκός, φέρε δὴ τὸ πλοῖον ἑλκύσωμεν, ἀντὶ τοῦ ἱστίου τὴν γλῶτταν ἀναπετάσαντες, ἀντὶ τοῦ ζεφύρου τοῦ Πνεύματος τὴν χάριν καλέσαντες, ἀντὶ τοῦ αὐχένος καὶ πηδαλίου τῷ σταυρῷ χρώμενοι κυβερνήτῃ. Ἡ θάλασσα μὲν γὰρ ἔχει ἁλμυρὰ ὕδατα, ἐνταῦθα δὲ ὕδωρ ζῶν. Ἐκεῖ ἄλογα ζῷα, ἐνταῦθα δὲ ψυχαὶ λογικαί· ἐκεῖ οἱ πλέοντες ἀπὸ θαλάσσης εἰς γῆν, ἐνταῦθα δὲ οἱ πλέοντες ἀπὸ γῆς εἰς οὐρανὸν ὁρμίζονται· ἐκεῖ πλοῖα, ἐνταῦθα δὲ λόγοι πνευματικοί· ἐκεῖ σανίδες ἐν τῷ πλοίῳ, ἐνταῦθα δὲ λόγων συγκροτήματα· ἐκεῖ ἱστίον, ἐνταῦθα δὲ γλῶττα· ἐκεῖ ζεφύρου αὔρα, ἐνταῦθα δὲ Πνεύματος ἐπιδημία· ἐκεῖ ἄνθρωπος κυβερνήτης, ἐνταῦθα δὲ κυβερνήτης ὁ Χριστός. ∆ιὰ δὴ τοῦτο τὸ πλοῖον χειμάζεται, ἀλλ' ὑποβρύχιον οὐ γίνεται. Ἠδύνατο μὲν γὰρ καὶ ἐν γαλήνῃ πλεῖν, ἀλλ' οὐκ ἀφῆκεν ὁ κυβερνήτης, ἵνα καὶ τῶν