1

 2

 3

 4

 5

2

εἰρηκότα· Ὁ καταφρονῶν πράγματος, καταφρονηθήσεται ὑπ' αὐτοῦ. Τί οὖν ὁ εὐαγγελιστὴς Λουκᾶς φησιν; Ἐγένετο ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι τῷ Ἰησοῦ, καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γενησαρέτ. Ὢ τῆς εὐτέχνου τοῦ Κυρίου διδασκαλίας· ὁ ποταμὸς παρὰ τὴν λίμνην εἱστήκει· μᾶλλον δὲ ὁ τῶν ἀνθρώπων ἁλιεὺς ἦλθε παρὰ τὴν λίμνην, ἵνα τοὺς θηρευτὰς τῶν ἰχθύων θηρεύσῃ. Οὐδὲν γὰρ ἀργὸν παρὰ τῷ ∆εσπότῃ Χριστῷ, οὐ τόπος, οὐ λόγος, οὐκ αἴνιγμα, οὐ βῆμα. Ἐπειδὴ γὰρ Πέτρος καὶ Ἀνδρέας, Ἰάκωβοςκαὶ Ἰωάννης ἐπὶ τὴν λίμνην Γενησαρὲτ ἀνίχνευον ἁλιευτικὴν τέχνην μετιόντες, ἐν ἀδήλοις τὴν ἐλπίδα ἔχοντες, διεφθαρμένα δίκτυα χαλῶντες, ἀμετρήτῳ βυθῷ συνερίζοντες, μὴ ἰδόντες πόθεν δεῖ τραφῆναι, κλέπτοντες μᾶλλον ἢ κάμνοντες, δελεάζοντες ἢ πείθοντες· ἄνευ γὰρ ἀπάτης ἰχθὺς οὐ θηρεύεται· τούτους ὁ Κύριος κατανοήσας τῷ θεϊκῷ καὶ ἀπλανεῖ βλέμματι, ἐπιτηδείους πρὸς τὴν τῶν ἰχθύων ἄγραν ὄντας, παρεγένετο ἐπὶ τὴν λίμνην ἀντισαγηνεῦσαι τούτους, οὐ δικτύῳ βεβαμμένῳ χρώμενος, ἀλλὰ καθηγητικῷ λόγῳ. Καὶ ὅτιπερ οἱ προλεχθέντες ἀπόστολοι ἐπὶ τοῖς λιμνοδρόμοις πλοίοις θαῤῥοῦντες, οὐκ ἐγίνωσκον τὸν τῆς λίμνης καὶ πάντων ∆εσπότην· τούτου χάριν παρεγίνετο ὁ Κύριος ἐπὶ τὴν λίμνην, ἵνα τοὺς μὲν ὄχλους διδάξῃ, τοὺς δὲ ἁλιεῖς ἀγκιστρεύσῃ. Τί οὖν ὁ εὐαγγελιστής; Ἐμβὰς δὲ ὁ Ἰησοῦς εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον.

Ὁρᾷς πῶς ἐμβαίνει πλοίῳ ὁ μὴ χρῄζων πλοίου, ἵνα τὸν τοῦ πλοίου δεσπότην κερδάνῃ. ∆ιὰ τί δὲ καὶ παρακαλεῖ τὸν Σίμωνα ὁ Κύριος; ∆ιὰ τί; ἄκουε συνετῶς. Ὁ Σίμων, καθὼς ἀρτίως ἤκουες, διὰ πάσης τῆς νυκτὸς κοπιάσας, καὶ μηδὲν ἀνύσας, ἄπρακτος ἔμεινεν. Ἐδυσφόρει δὲ σφόδρα κεναῖς χερσὶν ἀποπλύνων τὰ δίκτυα, καὶ κόπον κόπῳ συνάπτων, καὶ κέρδος μὴ βλέπων. Τούτου χάριν ὁ Κύριος θεωρήσας τὸν Πέτρον καταστυγνάσαντα, παρακαλεῖ αὐτόν· παρακλήτωρ γὰρ τῶν τεθλιμμένων ἐστί. Μόνον γὰρ εἶδεν ὁ Κύριος τὸν Σίμωνα τεθλιμμένον, καὶ προτρεπτικῷ λόγῳ ἀποκρι 64.49 θεὶς πρὸς αὐτὸν ἔλεγεν· μικρόν μοι δάνεισον τὸ πλοιάριόν σου, ναῦτα, ὅπως εἰσελθὼν διδάξω καὶ κατηχήσω ὅπερ βλέπεις κατακολουθοῦν μοι πλῆθος· ἐκκλησία γένοιτό μοι τὸ πλοιάριόν σου, ναῦτα· ἄκουσον λόγον Θεοῦ. Μὴ φορτικόν με νομίσῃς· ἦλθον γὰρ βελτιῶσαί σε. Κατάλιπε τὴν σωματικὴν ματαίαν ἐλπίδα, καὶ περίβλεψαι τὴν πνευματικὴν μερίδα· μικρόν μοι δάνεισον τὸ πλοιάριόν σου, ναῦτα. Ὁ δὲ Σίμων ἔτι βεβαπτισμένος τῇ λύπῃ τῆς ἀποτυχίας, ἀποκριθεὶς πρὸς τὸν Κύριον ἔφη· Πόθεν παραγέγονας, ξενοπρόσωπε ἄνθρωπε; τί μοι δι' ὄχλου γίνῃ; ἄλλην περίβλεψαί τινα σκάφην, εἴ γε βούλει τὴν λίμνην περιαυλίζεσθαι. Ὁρᾷς με πενθοῦντα, ὡς ἄρτον μὴ εὐποροῦντα, καὶ λόγον Θεοῦ χορηγεῖν ἐπαγγέλλεις; Οὐ περιβλέψομαι πόθεν ἀργύρια δανείσωμαι, ἵνα τὴν πενθεράν μου καὶ τὴν γυναῖκά μου θρέψω, ἀλλά σοι τὸ πλοιάριον ὑποστρώσω, ἵνα καὶ τὴν ἡμέραν ὡς τὴν νύκτα ματαιοπονήσω; Εἰ ἐπιφέρεις ναῦλον, ἐπίβηθι τὸ πλοῖον· εἰ δὲ μὴ βαστάζεις, ἄπελθε, παρακαλῶ· ἐμὲ γὰρ δόσις, οὐ λόγος τρέφει. Ὁ δὲ Κύριος πρὸς τὸν Σίμωνα Μὴ δυσχέραινε, Σίμων· ὄντως ὡς ναύτης λαλεῖς· Θεοῦ λόγος θρεπτικώτερος ἄρτου· θρέψω σε δαψιλῶς· ἄρτος γάρ εἰμι ζωῆς. Μή μου ζημίαν τὴν παρουσίαν ἡγήσῃ· ὅσον ἂν βούλῃ κομίζου· πλουσίου γὰρ πατρὸς εὔπορον τέκνον εἰμί. Ταῦτα ἀκούσας ὁ Σίμων, καὶ μικρὸν ἱλαρυνθεὶς τῷ προσώπῳ, ἐν τῷ πλοίῳ τὸν Κύριον ὑποδέχεται, κώπαις ἐλαύνων, ἔφη τε πρὸς αὐτόν· Μέσον καθέζου, ἄνθρωπε ξένε. Ὡς ἐπιβάτην φέρων διέκειτο, μὴ συνορῶν ὅτι φέρει τὸν τὰ πάντα φέροντα. Ἐμβὰς δὲ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. Τοῦ δὲ Σίμωνος ἐπαναγαγόντος τῇ ἐλπίδι τῆς μισθαποληψίας, καθίσας ὁ Ἰησοῦς ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους.

Τί δὲ ἐδίδασκεν; Ἀγάπην ἀνυπόκριτον, πίστιν ἀνενδοίαστον, εἰρήνην ἀπανούργευτον, φιλαδελφίαν ἄτμητον, εὐσέβειαν ἀκαπήλευτον, θεογνωσίαν