1

 2

 3

 4

 5

4

ἠνείχετο· ᾔδεισαν γὰρ τὸν εἰρηκότα· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν. Τί οὖν ὁ Σίμων, ὁ δυσὶ πράγμασι περιπεσὼν, ὁ τὴν νύκτα κοπιάσας καὶ μηδὲν πιάσας, καὶ τῇ ἡμέρᾳ ἐπὶ τῷ ῥήματι τοῦ Ἰησοῦ τὰ πάντα θηρεύσας; Ὡς εἶδε τὰ δίκτυα διεῤῥαγότα, καὶ ἄλλους πολλοὺς ἰχθύας ἔξωθεν ἑστῶτας καὶ πρὸς τὸ θηρευθῆναι κεχηνότας, καὶ πόῤῥω τῶν δικτύων μένειν μὴ ἀνεχομένους, ὡς βίαν ὑπομένων, προσέπεσε τῷ Κυρίῳ λέγων· Ἔξελθε ἀπ' ἐμοῦ, Κύριε, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι. Ἔγνων λοιπὸν ὅστις εἶ· οὐκ εἶδον ἰχθύων ἄγραν ποτὲ τοιαύτην. Ἔθος, ∆έσποτα, τοὺς ἰχθύας τῇ σαγήνῃ ἔνδον ἀποκλείειν· τοὐναντίον δὲ νῦν βλέπω; ἔξωθεν οἱ ἰχθύες τὴν σαγήνην κρατοῦσιν. Ἔξελθε ἀπ' ἐμοῦ, παρακαλῶ. Ἐπίσχες λοιπὸν τὸ θεϊκόν σου πρόσταγμα· κατάλιπε τῇ λίμνῃ κἂν δύο πρὸς γονὴν ἰχθύας. Ἔξελθε ἀπ' ἐμοῦ· οὐ σὲ ἀπωθοῦμαι, ἀλλ' ἐμαυτὸν ταλανίζω.

Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε. Ὁ δὲ Κύριος πρὸς τὸν Σίμωνα· Ἐξέλθω, τοῦ πλοιαρίου σου, Σίμων, ἐξέρχομαι· ἐν σοὶ δὲ εἰσελεύσομαι· τούτου χάριν καὶ παρεγενόμην πρὸς σέ. Θηρεύων γὰρ ἐθηρεύθης· ὃ ποιεῖς, πέπονθας. Σὺ μὲν γὰρ ἀπὸ ζωῆς εἰς θάνατον ἕλκεις· ἐγὼ δὲ ἀπὸ θανάτου εἰς ζωήν. Μὴ φοβοῦ, Σίμων, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Τὴν λίμνην κατάλιπε, τὴν οἰκουμένην σαγήνευε· τὸν κάλαμον σύνθλασον, καὶ τὸν σταυρὸν εὐτρέπισον· τὴν ὁρμαῖαν διάσπασον, καὶ τὴν εὐσέβειαν κήρυξον· ῥῖψον τὸ ἄγκιστρον, καὶ νόσους θεράπευσον· τὰ δίκτυα μίσησον, καὶ τὰς οὐρανίους κλεῖς χάλκευσον· ἔξελθε ἀπὸ τοῦ πλοίου, καὶ εἴσελθε εἰς τὴν Ἐκκλησίαν.

Μὴ φοβοῦ, Σίμων, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Ὢ τῆς τοῦ Κυρίου δυνάμεως! Ὢ τῆς τοῦ Πέτρου συνέσεως! Οὐκ εἶπεν ὁ ἁλιευθεὶς ἁλιεὺς, Τί τὸ ξένον τῆς τοῦ διδασκάλου παραινέσεως; ἀνθρώπους ζωγρήσω, καὶ ποῖον δίκτυον εὐτρεπίσω; ποῦ δὲ καὶ νίθοντα τὰ ἀνθρωπόθηρα ταῦτα δίκτυα; μὴ ἁρπάζει με λόγος ἀγκιστρεύσας με; Οὐδὲν τούτων εἶπεν ὁ Σίμων, μόνον δὲ ἤκουσεν, εὐθέως ὑπήκουσεν· οὐ τοὺς ἰχθύας ἐπώλησεν, οὐ τῆς εὐπορίας ἐδεήθη, οὐ τῇ γυναικὶ συνετάξατο, οὐκ εἶπε πρὸς τὸν ∆εσπότην, Σῶσόν μου τὰ μέτρια, ∆έσποτα· λογοθετήσω τοὺς συναλλάκτας, μικρὰ ἀναλώματα τοῖς εἰς τὸν οἶκόν μου καταλείψω. Οὐδὲν τούτων ὁ Σίμων ἔφρασε· Πέτρος γὰρ ἦν τὸ ὅλον. Καὶ ὅτιπερ οὐ μόνον Πέτρος ὑπήκουσε τῷ ∆εσποτικῷ προστάγματι, ἀλλὰ καὶ Ἀνδρέας, καὶ Ἰάκωβος, καὶ Ἰωάννης· αὗται γάρ εἰσιν αἱ ἀδελφαὶ καὶ πισταὶ δύο ζυγάδες. Εἶδες τὴν τοῦ Κυρίου πραγματείαν; τίνος χάριν ἐπὶ 64.51 τὴν λίμνην παρεγένετο; ἵνα τοὺς μὲν ὄχλους διδάξῃ, τοὺς δὲ ἁλιεῖς ἀγκιστρεύσῃ. Ἤκουες οὖν ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Καὶ καταγαγόντες τὰ πλοῖα αὐτῶν ἐπὶ τῆς γῆς, ἀφέντες ἅπαντα, ἠκολούθησαν τῷ Ἰησοῦ.

Τί δὲ ὁ Κύριος; δεῖ γὰρ συμπερᾶναι τῷ λόγῳ. Ὡς εἶδε τῶν ἀποστόλων τὴν προθυμίαν, ὅτιπερ ἀφέντες ἅπαντα, ἠκολούθησαν αὐτῷ, ἐπὶ θεραπείαν ἐπείγεται, ἵνα μὴ ὁ διάβολος ἔκκωμα ἀπιστίας εὕρῃ· εὐμεταμέλητον γὰρ τὸ γένος τὸ τῶν ἀνθρώπων, καὶ πρὸς ἀντιταλάντευσιν ἕτοιμον. Ἔμελλον γὰρ λέγειν οἱ ἀπόστολοι τοῦ Κυρίου, εἰ μηδὲν ἕτερον σημεῖον ἐθεάσαντο· μὴ ἄρα μάτην καταλιπόντες τὴν ὕπαρξιν ἡμῶν ἠκολουθήσαμεν αὐτῷ; καὶ ἡ συνδρομὴ τῶν ἰχθύων κατά τινα τρόπον γεγένηται, οὐχὶ δὲ κατὰ θεῖον κέλευσμα. Ὅπως οὖν μὴ τοιούτοις σκεύμασι μολυνθῶσιν οἱ ἀπόστολοι, μόνον ἀπέστη τῆς λίμνης, καὶ ἐν μιᾷ τῶν ἐγγύθεν πόλεων ὄχλου συνδεδραμηκότος θεοθεράπευτον ἰατρεῖον ἀνοίγει, καὶ εὐθὺς θελήματι μόνῳ ἀποδύει τὸν λεπρὸν, καὶ τὴν κατάστικτον αὐτοῦ μηλωτὴν τῆς λέπρας ἐκαθάρισεν· ἵνα γνῷ Πέτρος καὶ οἱ μετ' αὐτοῦ, ὅτι οὐ μόνον οἱ ἔμψυχοι ἰχθύες ὑπακούουσι τῷ ∆εσποτικῷ προστάγματι, ἀλλὰ καὶ τὸ ἄψυχον πάθος τῷ νεύματι αὐτοῦ φυγαδεύεται. Ἤκουες δὲ ἀρτίως βοῶντος τοῦ λεπροῦ· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Ὦ λεπροῦ 64.52 εὐσεβοῦς δόγματος γνῶσις! Οὐκ