1

 2

 3

 4

 5

5

ἐσπίλωσεν αὐτοῦ τὴν ὀρθόδοξον γνώμην ἡ ὁλόῤῥυπος τῆς λέπρας δορά· ἔξωθεν ἧρπε τὸ πάθος· ἔνδον γὰρ οὐχ εὗρε νομήν· τὸ σῶμα κατεβόσκετο, τῆς δὲ ψυχῆς οὐχ ἥπτετο· ἐφύβριστον τίτλον ἐβάσταζεν, ἀλλ' οὐκ ἤγγισεν ἡ συνοδοιπόρος· πλήρης ἦν λέπρας, ἀλλ' ἐμίσει τὸν παράνομον Ὀζίαν· ἡ συναγωγὴ αὐτὸν ἀπωθεῖτο, ἀλλ' ἡ Ἐκκλησία αὐτὸν περιεπτύσσετο· ὁ Μωϋσῆς αὐτὸν ὕβριζεν, ἀλλ' ὁ Χριστὸς ἐθεράπευσεν. Ὧδε θεραπεύεται, κἀκεῖ τὰ δῶρα τῆς θεραπείας προσφέρειν κελεύεται. ∆ιὰ τί; Ἵνα καὶ τοῦ ∆εσπότου Χριστοῦ τὸ φιλάνθρωπον γνωσθῇ, καὶ τῶν φιλαργύρων Ἰουδαίων τὸ φιλέμπορον φανῇς. Τί οὖν ὁ κακοδόξων ἔλεγχος λεπρός; Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Οὐ λέγω, παρακάλεσον, ἀλλ' αὐθέντισον· οὐ λέγω, πρόσευξαι, ἀλλ', ἴασαι. Ἴδιον γὰρ Θεοῦ ἰδίῳ θελήματι θεραπεύειν, οὐχὶ δὲ ἀλλοτρίῳ νεύματι.

Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Ἤκουσα γὰρ τοῦ προφήτου λέγοντος· Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Ἐπεὶ οὖν πάντα θελήσει παρήγαγες εἰς τὸ εἶναι, καὶ οὐρανοὺς μὲν ἐξέτεινας ὡσεὶ δέῤῥιν, γῆν δὲ ὑφήπλωσας ὡς σινδόνα, τὰ μεταξὺ δὲ τούτων πολυμόρφως ἀμφιάσας· ἀπόδος κἀμοὶ τὸ τῆς φύσεως ἱμάτιον, ὅπως τὸν μὲν νόμον ὡς φορτικὸν ἐκκλίνω, τὴν δὲ χάριν ὡς φιλάνθρωπον δοξάσω, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.