1

 2

2

Καὶ περὶ τοῦ ἁγίου Πνεύματος ἐν ψαλμοῖς ᾄδεται, ὅτι, Παρὰ σοῦ πηγὴ ζωῆς. Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, τουτέστιν, ἐν τῷ Υἱῷ ὀψόμεθα τὸ Πνεῦμα τὸ ἅγιον· φῶς δι' οὗ ἐφωτίσθημεν, καὶ ἕως σήμερον φωτιζόμεθα τὰς καρδίας ἡμῶν. Φῶς ὁ Πατὴρ, ἐπειδὴ ὁ Θεὸς ἀληθινός· φῶς ὁ Υἱὸς, ἐπειδὴ ἐκείνου τοῦ φωτὸς ἀπαύγασμά ἐστι· φῶς τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον· Οὐδεὶς γὰρ οἶδε τὰ τοῦ Θεοῦ, εἰ μὴ τὸ Πνεῦμα τὸ ἐν αὐτῷ. Φῶς οὖν τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἀληθινὸν, ὃ ἐν τῷ ἀληθινῷ φωτὶ θεωρεῖται καὶ νοεῖται. Μενέτω οὖν ἡμῖν, ἀδελφοὶ, ἡ πίστις ἀῤῥαγὴς, ἀχώριστος Τριάς. Καὶ γὰρ ὁ μακάριος Σολομὼν λέγει ὅτι τὸ ἔντριτον σπαρτίον οὐ διαῤῥαγήσεται. Ὁ γὰρ Θεὸς ἁγιάζει, φωτίζει, ζωοποιεῖ, ἐλευθεροῖ, καὶ τὰ πλείονα τούτων. Καὶ ὁ Υἱὸς ὡσαύτως· πάντα γὰρ, ὅσα ὁ Πατὴρ ποιεῖ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὡσαύτως ἁγιάζει, φωτίζει, ζωοποιεῖ, ἐλευθεροῖ. Ἠλευθερώθημεν γὰρ καὶ ἡγιάσθημεν καὶ ἐφωτίσθημεν καὶ ἀνεζήσαμεν, βαπτισθέντες εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.