1

 2

2

Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος. Ἰωάννης, ὁ ζῶν, ὁ κήρυξ τῆς θεογνωσίας, ὁ Πνεύματος ἁγίου χάριν λαβὼν, ὁ ῥήτωρ τῆς Ἐκκλησίας, ὁ φωστὴρ τῆς εὐσεβείας, ὁ ὀφθαλμὸς τῆς Ἀσίας, τὴν μὲν δαίμονα Ἄρτεμιν κατέστρεψε, τὸν δὲ Θεὸν Λόγον ἐν ὅλῳ τῷ κόσμῳ μεγαλοφώνως ἐκήρυξεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ 61.722 Θεὸς ἦν ὁ Λόγος. Ἐρωτήσωμεν τὸν ἁλιέα τῶν ἰχθύων, καὶ συγγραφέα τῶν ἁγίων εὐαγγελίων, τίς αὐτὸν τοῦτο ἐδίδαξε; ποῖος πατὴρ τοῦτο συνεβούλευσεν ἀποφθέγξασθαι, εἰς ποίαν βίβλον ἐγκύψας εὗρε καὶ ἐξεφώνησεν;

Ἀλλ' οὔτε τις ἐδίδαξεν αὐτὸν, οὔτε εἰς βίβλον ἐγκύψας εὗρε καὶ ἐξεφώνησεν· ἀλλ' εἰς τὸ δεσποτικὸν στῆθος τοῦ Σωτῆρος ἀνέπεσε, καὶ εἰς τὸ βάθος τῆς σοφίας καὶ τῆς γνώσεως τὸν νοῦν φωτισθεὶς ἐβόησεν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Τί πλέον τῶν γεγραμμένων ἔχω εἰπεῖν; Ἤκουσας ὅτι Ἐν ἀρχῇ ἦν, τουτέστιν, ἐν Πατρὶ καὶ σὺν Πατρὶ, καὶ Θεὸς ἦν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἀῤῥήτως καὶ ἀπαθῶς γεγεννημένος πρὸ αἰώνων. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.