1

 2

 3

 4

2

6 Ἀντὶ ἑωσφόρου ἔδειξεν τὸν πρὸ ἑωσφόρου, ἀντὶ σελήνης τὴν μήτραν τὴν ἄλοχον, ἀντὶ ἀστέρων τὴν τῆς γαστρὸς καθαρότητα, ἀντὶ τῶν νεφῶν τὸ ἐκ τοῦ σώματος περιβόλαιον· ὄντως οὐρανὸν ὁρῶ τὴν παρθένον τῇ σήμερον πλέον τοῦ ἐπὶ τῆς κοσμοποιΐας ταῖς ἀρεταῖς ἀπαστράπτουσαν.

7 ∆ίχα χειρῶν ἐπιλήψεως ἐξ ὄρους λίθος λαξεύεται ὅνπερ προϊστόρησεν ∆ανιὴλ ὁ σοφώτατος. Ἀνὴρ οὐ πάρεστι πρὸς συνάφειαν καὶ μήτηρ τέτοκεν τὴν ἀλήθειαν, ἡ πύλη τοῦ παλατίου ὁρᾶτο ἠσφαλισμένη καὶ ἔνδον ἐν τῷ κοιτῶνι ὁ βασιλεὺς ἐγνωρίζετο.

8 Σὺ 20ἐριζώθης,20 παρθένε, 20ὡς κέδρος ἐν τῷ λιβάνῳ·20 ὡς γὰρ παράδεισος Κυρίου ἔδωκας 20εὐωδίαν.20 Σὺ 20ὡς φοῖνιξ ὑψώθης20 ἐν δόξῃ· τῆς γὰρ σῆς γλυκύτητος ἡ οἰκουμένη πεπλήρωται. Σὺ 20ὡς ἐλαία εὐπρεπὴς20 καρπὸν προήνεγκας δόξης καὶ τὸ ἄνθος σου ἄρωμα εὐωδίας

9 Σὺ 20ὡς ἄμπελος ἐβλάστησας20 βότρυν καὶ ἡ εὐφροσύνη τοῦ οἴνου σου πίνεται καὶ οὐ λείπεται. Σὺ 20ὡς λίβανος,20 λίβανον προσεδέξω καὶ 20ὡς σμύρνα ἐκλεκτή,20 χρυσὸν καὶ σμύρνα σοι προσηνέχθη. Σὺ 20ὡς τερέβινθος ἐξέτεινας κλάδους20 καὶ ὑπὸ τὴν σκέπην αὐτοῦ ἔθνη πεπλανημένα κατέδραμον.

10 Σὺ 20ὡς πλάτανος20 ἀνυψώθης ἐφ' ὕδατος, τὴν γὰρ πηγὴν τῆς ζωῆς ἐν τῇ κοιλίᾳ ἐβάστασας. Σὺ 20ὡς ῥόδον20 εὔχροον ἐν γυναιξὶν 20ἀνεβλάστησας20 καὶ 20ὡς κρίνον20 ἀδιάφθορον τὴν εὐωδίαν ἐξέπεμψας. Σὺ 20πρὸ τοῦ αἰῶνος20 Θεὸν βαστάσαι προώρισαι καὶ 20ἕως20 τοῦ 20αἰῶνος20 διαμένει ἡ λοχεία σου. Σὺ μήτηρ τῆς ἀγάπης.

11 Τοὺς γὰρ 20ἐπαίνους20 σου ἀναγγέλλουσι 20λαοὶ20 καὶ τὴν δόξαν σου 20ἀπαγγελεῖ ἡ ἐκκλησία· ἐν20 γὰρ 20τῷ ἀναλαμβάνειν σε στολὴν δόξης,20 υἱὸν Θεοῦ τέτοκας πρὸς ὃν κράζει ὁ Πατήρ· «20Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε».

12 «Κύριος εἶπεν πρός με· «Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε20»· οὐκ ἔχω μετὰ σὲ ὡς σὲ διὰ σέ· εἷς γὰρ ἐξ ἑνός· «20ἐγὼ σήμερον γεγέννηκά σε20» εἰς ἄλειμμα ἀθλούντων καὶ βασιλέα τυραννουμένων· «20ἐγὼ σήμερον γεγέννηκά σε20», εἰς γαλήνην πολεμουμένων καὶ δόξαν ἀπεγνωσμένων.

13 «20Ἐγὼ σήμερον γεγέννηκά σε20», εἰς ἐκδίκησιν διωκομένων καὶ ζωὴν τεθανατωμένων, εἰς ἦθος χρηστὸν καὶ θειοτέραν βελτίωσιν· «20ἐγὼ σήμερον γεγέννηκά σε20», συγκληρονόμον μετὰ σὲ ἢ σὺν σοὶ οὐ προέκρινα.

14 Ἀρρήτως, ἀρρεύστως, ἀφράστως, ἀφθάρτως «20Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε20»· πάντα τὰ τῆς φύσεως ἐπεκένωσα, ἔχων ὡς ἐμαυτὸν καὶ σὲ Υἱὸν ἐπικόλπιον· ἰσορρόπῳ γὰρ βουλήσει Βασιλέα σε ἔχρισα· «20ἐγὼ σήμερον γεγέννηκά σε20», ἀφιλονείκως ἐξαπλώσας τῇ θελήσει τὴν δύναμιν, βουληθεὶς Υἱὸν γεννῆσαι, Θεὸν ἐγέννησα τέλειον.

15 «20Ἐγὼ σήμερον γεγέννηκά σε·20» οὐ παρῆν αἰὼν εἰς τὴν τοῦ γεννήσαντος προαίρεσιν, οὐ μεσιτεία τινὸς ἵνα φθάσῃ τὸ γέννημα, οὐκ ἐνθύμημα ἀγγέλων, τὸ νόημα βαθύτερον ὑπάρχον, οὐ χρόνος, οὐ διάστημα, οὐ βραδυτὴς σκέψεως, ἀλλ' ὅλον ἑαυτὸν εἰς τὸν παῖδα μεταβαλὼν. «20Ἐγὼ σήμερον γεγέννηκά σε20».

16 «20Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά20», Κυρίου ἐπιδημήσαντος ἀνακαινίσαι τὰ σύμπαντα ἵνα κόσμος ὁ ἄκοσμος πάλιν ἄνωθεν κοσμηθῇ; «20Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη20»; Τὴν ἐκ τοῦ σώματος μορφὴν ἑκουσίως ἑλόμενος, τὸ πλανώμενον πρόβατον ζητήσας κατέσπευσεν.

17 «20Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη20», βασιλέως παρόντος τὸν ἀντάρτην χειρώσασθαι ἵνα τῆς πρώτης φθορᾶς ἐλευθερώσῃ τὸν ἄνθρωπον; «20Καὶ ἵνα τί