1

 2

 3

 4

4

28 Ἀλλὰ «20μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου· τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν20».

29 Ὦ δέσποτα, διὰ τί μὴ φοβηθῶ παραλαβεῖν τὴν παρθένον; Πλησίον ἑστὼς οὐ τολμῶ καθορᾶν τὴν ἐν αὐτῇ ἐπισκιάσασαν δύναμιν καὶ μὴ φοβηθῶ παραλαβεῖν τὴν παρθένον; Φλὸξ ὅλη μεταμεμόρφωται· ἐκεῖνον γὰρ ἐν κοιλίᾳ φέρει τὸν κορυφὰς ὀρέων συγκαίοντα ἐν ὀργῇ καὶ φλόγα στολίζοντα τὰς ἀσωμάτους δυνάμεις· κἀγὼ μὴ φοβηθῶ παραλαβεῖν τὴν παρθένον;

30 Αὐστηρῷ τῷ βλέμματι καταπλήττει τοὺς ὁρῶντας καὶ ἀπαρνουμένη τὸ γένος εἰς θεοπτίαν τινὰ ἡ παῖς μεταμεμόρφωται καὶ ἄλλον τινὰ χαρακτῆρα φέρει τῆς ὄψεως· κἀγὼ μὴ φοβηθῶ παραλαβεῖν τὴν παρθένον;

31 Σὺ ἐμεσίτευσας τῇ παρθένῳ τὸν τόκον· συνήγορος ἐγένου τοῦ ὁρωμένου θεάματος. Σὺ τὴν κόρην εἰς ἑτέραν μετέδωκας ἀφομοίωσιν, ἔδωκας ἀσπασμὸν καὶ συνέλαβεν τὸν ἱλασμὸν, εἶπας «20Χαῖρε20» καὶ ὁ 20Λόγος20 ἐν αὐτῇ 20σὰρξ ἐγένετο20. Καὶ σὺ, ὁ ἐν ταῖς ἄνω δυνάμεσιν, ἀντωπῆσαι τῷ ἀποστείλαντί σε μὴ δυνάμενος, ἐμοὶ τῷ ἐν ὑλώδει κειμένῳ βίῳ λέγεις· «20Μὴ φοβηθῇς παραλαβεῖν20 τὴν παρθένον;

32 Λειτουργῶ τῷ τόκῳ ἀλλ' οὐχ ὑπουργῶ τῷ τρόπῳ· καθορῶ τὸ φῶς ἀλλ' οὐκ ἐρευνῶ τὸ πῶς· συγκρίνω τὰ κατ' ἐμὲ ἀλλ' οὐκ ἀνακρίνω τὰ ὑπὲρ ἐμέ· τῆς γαστρὸς στενάζω τὸν ὄγκον ἀλλὰ καὶ τῆς φύσεως πείθομαι τῷ ὅρῳ.

33 Ἀπολύσω; Ἀλλ' οὐ συμφέρει. Ἀνακρίνω; Ἀλλ' οὐχ ὑπομένω. Ἐρευνήσω; Ἀλλ' οὐκ ἐξιχνιάσω. Προσέλθω τῷ νόμῳ; Ἀλλ' ἀντιλέγω τῷ ἐν αὐτῇ χρηματίζοντι βασιλεῖ.

34 Τί λέγεις ὅτι «20μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου20»; Γυναῖκα ἐμὴν ποίαν; ἀνδρείῳ ζυγῷ μὴ ὑποζευγθεῖσαν ἀλλὰ ναὸν τοῦ ∆εσπότου ἀναδειχθεῖσαν; Λέγεις γυναῖκα ἐμήν· διὰ τί;

35 ∆οῦλος ἐγὼ τῆς παρθένου, ὦ δέσποτα, καὶ οὐκ ἀνήρ, φρουρεὺς καὶ οὐ κύριος, παραθηκοφύλαξ καὶ οὐ σύζυγος, οἰκέτης καὶ οὐ νυμφίος. Ἐὰν φεύγῃ εἰς Αἴγυπτον, οὐκ ἀπολιμπανοῦμαι· ἐὰν τίκτῃ, ἐφίστα μαι· μαστεύει καὶ θαμβοῦμαι. Ἐκ γὰρ τῆς ἀκροτόμου πέτρας, βρύει γάλα ζωῆς καὶ παρέχει πᾶσιν τροφήν.

36 Ἐκ ταύτης τῆς ἁγίας παρθένου προῆλθεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.