1

 2

 3

 4

2

μυστικῶς ἐτελεσιούργησε. ∆ιὰ τῆς φύσεως ἐτίκτετο, καὶ αἱ μαῖαι ἐψηλάφων καὶ τὴν γεννῶσαν φύσιν καὶ τὸ βρέφος, καὶ τὴν φθορὰν, ὡς ἐπ' ἄλλων γυναικῶν, οὐχ εὕρισκον· Θεὸς γὰρ ἦν ὁ δι' αὐτῆς προερχόμενος. Ὦ βάτε, 61.765 ἢν εἶδε Μωϋσῆς ἐν τῷ ὄρει καιομένην, καὶ μὴ κατακαιομένην! Παρθένε Μαρία, γεννῶσα καὶ μὴ φθειρομένη· ὦ λίθε, ὃν εἶδε ∆ανιὴλ ἀπὸ ὄρους τεμνόμενον ἄνευ χειρὸς ἀνθρωπίνης! ὦ παρθένου βρέφους παρθένε μῆτερ, καὶ τέκνον ἱερὸν μητρὸς ἀνυμφεύτου! Ποῦ οἱ φιλοπράγμονες; λεγέτωσαν ἡμῖν, πῶς ἡ Παρθένος ἄνευ ἀνδρὸς ἐγέννησε βρέφος, καὶ γεννήσασα οὐκ ἐφθάρη.

Εἰ δὲ ἀνεξερεύνητος ὁ τρόπος, ἐπειδὴ ἐκ Πνεύματος ὁ γόνος, πολλῷ μᾶλλον ἀνεξιχνίαστος ἡ ἐκ Πατρὸς τοῦ Λόγου ἄφραστος γέννησις. Ἀλλὰ σὺ μὲν πιστεύεις, ἐπιτηρεῖς δὲ ὅτι γεννήσασα οὐκ ἐφθάρη· ἀλλὰ Θεοῦ κατηγορεῖς λέγων· Εἰ δὲ ὁ ἄφθαρτος Πατὴρ γεννήσας τὸν Υἱὸν αὑτοῦ κατὰ τὴν σὴν ἄνοιαν ἐφθάρη, πολλῷ μᾶλλον ἡ φθαρτῆς φύσεως οὖσα Παρθένος γεννήσασα ἂν ἐφθάρη. Εἰ δὲ σὺ αὐτὸς μαρτυρεῖς τὴν Παρθένον γεννήσασαν μὴ φθαρῆναι, πολλῷ μᾶλλον πίστευε τὸν ἄφθαρτον Πατέρα γεννήσαντα τὸν ἄφθαρτον Υἱὸν μὴ φθαρῆναι. Ἀλλ' ἐάσαντες τοὺς ματαιολόγους, ἐπὶ τοὺς θεολόγους κήρυκας ἀναδράμωμεν. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως. Ἀναγκαίως ὁ εὐαγγελιστὴς σημειοῦται καὶ τὸν τόπον καὶ τὸν χρόνον, ἵν' ὁ ἀπιστῶν τὴν κατὰ σάρκα γέννησιν τοῦ Σωτῆρος, ζητήσας τὸν τόπον καὶ τὸν χρόνον, εὕρῃ τῆς ἀληθείας τὸ πρᾶγμα.

Τὸν μὲν γὰρ χρόνον, ἐκ τῆς Ἡρώδου ἀρχῆς τοῖς χρονογράφοις ἐγκύψας, τὸν δὲ τόπον, ἐκ τῆς κατὰ τὴν Βηθλεὲμ σημασίας ζητήσας εὑρήσει. Εἰ γὰρ ἐν τοῖς κοσμικοῖς συμβολαίοις καὶ ὕπατοι γράφονται, καὶ μῆνες ἀριθμοῦνται, καὶ ἡμέραι δηλοῦνται, καὶ πόλεις περιτυποῦνται ὑπὲρ ἀκριβείας τῶν λεγομένων· πόσῳ μᾶλλον δεῖ, τῆς τοῦ κόσμου παντὸς σωτηρίας τεχθείσης, καὶ τοῖς εἰς ὕστερον γνωσθῆναι τοῦ τόπου καὶ τοῦ καιροῦ τὴν ἀκρίβειαν! Καὶ Ματθαῖος μὲν τὴν κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ οὕτω διηγεῖται· Λουκᾶς δὲ ὑπὲρ τῆς τῶν χρόνων ἀκριβείας προστίθησι καὶ τὴν τότε πρῶτον γεγονυῖαν ἀπογραφήν. Λέγει γὰρ οὕτως· Ἐν ἔτει τεσσαρακοστῷ πρώτῳ ἐπὶ Καίσαρος Αὐγούστου, Ἐξῆλθε δόγμα ἀπὸ Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας εἰς τὴν Ἰουδαίαν εἰς πόλιν ∆αυῒδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς ∆αυῒδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ, γυναικὶ οὔσῃ ἐγκύῳ. Σημειοῦται δὲ Λουκᾶς τὴν πρώτην γεγονυῖαν ἀπογραφὴν, ὁμοῦ μὲν καὶ τὸν χρόνον ἀκριβάζων, καὶ μυστήριον μέγιστον ἐκ τοῦ ἐμφανοῦς ἀφανὲς ὑπεκφαίνων. Λέγει γὰρ πρώτην καὶ βιαίαν ἀπογραφὴν, τὸ γεγενῆσθαι τὸν ἄνθρωπον. Χριστοῦ γὰρ γεννηθέντος, καὶ σαρκὸς λοιπὸν θεοποιουμένης, καὶ διαβόλου ἐκβαλλομένου, καὶ θανάτου λυομένου, ἔδει ψυχὰς δικαίων, καὶ πιστῶν ὀνόματα ἐν ταῖς τῶν οὐρανῶν ἀπογράφεσθαι βίβλοις, κάτω μὲν Καίσαρος κελεύοντος, ἄνω δὲ τοῖς ἀγγέλοις Πατρὸς προστάττοντος. ∆ιὸ καὶ ὁ Κύριος τοῦτο εὐαγγελιζόμενος τοῖς μαθηταῖς αὐτοῦ ἔλεγε· Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, ἀλλὰ χαίρετε ὅτι τὰ ὀνόματα ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀναγέγραπται. - Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο λέγοντες, Ποῦ ἔστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτόν. Οἴμοι! νικῶμαι τοῖς θαύμασι, συνέχομαι ταῖς θεωρίαις, καὶ ἡ γλῶσσά μου οὐχ εὑρίσκει τι πρότερον εἰπεῖν, ἢ τί παραλείπειν.

Ἐὰν τὴν γέννησιν αὐτοῦ καταμάθω, ἐκπλήττομαι, ὅτι πρὶν ἢ τῆς φύσεως τὸ παιδίον ἐξέλθῃ, σημεῖα ἐπιτελεῖ. Ἦ γὰρ οὐκ ἔστι μέγιστον σημεῖον, τὸ παρθένον μετὰ τὸ γεννῆσαι παρθένον μεῖναι, καὶ τὸν οὐρανὸν σιωπῶντα δι' ἀστέρος λαλεῖν;