1

 2

 3

 4

4

Χριστὸν ὁδηγουμένους. Ὅρα γάρ μοι καὶ τὸν ἀστέρα ἄχρι τοῦ παιδίου ἐλθόντα, καὶ σταθέντα τοῦ δρόμου. Καὶ γὰρ Ἰωάννης, δίκην ἀστέρος, τῷ κηρύγματι ὑπολάμψας, καὶ ὑποδείξας Χριστὸν λέγων, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐπαύσατο τοῦ δρόμου· εἴρηκε γὰρ, Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Καὶ ἐλθόντες, φησὶν, οἱ μάγοι εὗρον τὸ παιδίον καὶ τὴν μητέρα· καὶ πεσόντες προσεκύνησαν αὐτῷ. ∆εῖ γὰρ τοὺς ἀπὸ ἐθνικοῦ βίου προσιόντας Χριστῷ, πρῶτον πεσεῖν ἀπὸ τοῦ ὕψους τῆς ἀσεβείας, καὶ οὕτως ὥσπερ ἀπὸ γῆς ἐγειρομένους, τὴν κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ ὁμολογεῖν, εἶθ' οὕτως ἀνὰ μέρος πρὸς τὴν οὐράνιον αὐτοῦ θεότητα ἀνανεύειν. Καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν, προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν· χρυσὸν ὡς βασιλεῖ, λίβανον ὡς Θεῷ, σμύρναν ὡς παθητῷ δι' ἡμᾶς.

Καὶ ἐδέχετο ὁ Χριστὸς τὰ δῶρα, οὐκ αὐτὸς χρῄζων, ἀλλὰ τοὺς φέροντας ὠφελῶν. Χρυσὸν μὲν γὰρ δεχόμενος, φιλαργυρίας αὐ 61.767 τοὺς ἀπέστρεφε· λίβανον δεχόμενος, εἰδωλολατρείας ἀπήλλασσε· σμύρναν δὲ κομιζόμενος, τὴν νέκρωσιν αὐτῶν ἀπέσμηχε τῆς ψυχῆς. Εἰ δὲ δεῖ καὶ ἕτερον μυστήριον θεωρῆσαι, καταμάθωμεν ἀκριβῶς. Χρυσὸν καὶ σμύρναν προσφέρουσι τῷ τεχθέντι. Ἐπειδὴ ἦν περὶ αὐτοῦ γεγραμμένον τὸ, Αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, ἐν ταῖς προσφοραῖς προετύπουν τὸ μέλλον, ἐν τῷ χρυσῷ δηλοῦντες τὴν τῶν οὐρανίων ἀγγέλων δοξολογίαν, ἐν τῷ λιβάνῳ τὴν τῶν ἐπιγείων ἀνθρώπων γονυκλισίαν, ἐν τῇ σμύρνῃ, τῶν ἐν ᾅδου ψυχῶν κατεχομένων τὴν ἱκεσίαν.

Ἐπειδὴ τρεῖς ἀρετὰς δεῖ κεκτῆσθαι τὸν προσελθόντα Χριστῷ, ἃς φάσκει ὁ Ἀπόστολος, πίστιν, ἐλπίδα, ἀγάπην, 61.768 ἀνοίξαντες [δὲ] τοὺς θησαυροὺς τῆς καρδίας, προσεκόμιζον πίστιν, ὡς χρυσὸν ἐξαστράπτουσαν· ἐλπίδα, ὡς λίβανον εὐωδιάζουσαν· ἀγάπην, ὡς σμύρναν συσφίγγουσαν τὰ μέλη τῆς Ἐκκλησίας. Καὶ χρηματισθέντες κατ' ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι' ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὑτῶν. Ἐχρῆν γὰρ τοὺς ἅπαξ προσελθόντας Χριστῷ, μὴ τοῖς αὐτοῖς ἴχνεσι τῆς ἀσεβείας ἀναλύειν· ἀλλὰ τὴν ἁγνὴν ἐξασκήσαντας πίστιν καὶ πρᾶξιν, τὸν ἀνθρωποκτόνον ὄφιν λαθόντας, ἀναχωρεῖν εἰς κληρονομίαν Χριστοῦ. Αὐτῷ γὰρ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.